78. | Τί σκυθρωποὶ καὶ κατηφεῖς ταξίαρχοι καὶ λοχαγοὶ καὶ στρατιῶται; μνήμη τις ὑμᾶς εἰσέρχεται πεζομαχιῶν ἐκείνων καὶ ὅσα δι’ ἵππων νενικήκαμεν καὶ ποθεῖτε τὸν ἡγούμενον, ἀναμιμνήσκεσθε φροντί- δῶν καὶ σκεμμάτων καὶ λύπης οἶς ἐχρώμεθα τῆς τυ- ραννίδος ἐπικειμένης, ἱερῶν ἐν οἷς ἡμεῖς] ηὐχόμεθα, πομπῶν ἃς ἐπομπεύομεν, μυστηρίων ὧν ἐκοινωνοῦμεν, πόνων οὓς ὑπεμένομεν, ἐλπίδων ἃς ἠλπίζομεν; ἀλλὰ φέρετε, ὦ ἄνδρες, φέρετε τὴν παροῦσαν κρίσιν. οὐκ ἔστι πόλις ἥπερ καθαρεύει συκοφάντου. κἂν ἀποθάνω τῇ ψήφῳ, καὶ τοῦτο φέρετε. νομίσατέ με βέλει πολε- μίων πεπτωκέναι. στρατηγὸς ὑμᾶς ἕτερος παραλήψεται τὰ μὲν ἄλλα ἴσως οὐ βελτίων, εὐτυχέστερος δέ.