Ἡδέως δ’ ἂν ἐροίμην, ὦ ἄνδρες, τουτονὶ τὸν τοὺς νόμους κομψόν, ὅτου χάριν οἱ παῖδες ταυτηνὶ δώσουσι τὴν δίκην. εἰ μὲν ὧν παρανομοῦντες ἔπρατ- ’τον, αὐτὸς ἔλεγχε καὶ τὸ παθεῖν ὑπολείπεται· εἰ δ’ ὧς πατρὸς ἐκφύντες τυράννου, διὰ τί μὴ μᾶλλον ὡς τυραννοκτόνου μητρὸς δικαιότερον περισώζοιντο; ἴα μοι τὸν τύραννον, ἐπὶ τὴν τυραννοκτόνον μετάβηθι καὶ πρὸς ταύτην ἀφορῶν τὸν νόμον τουτονὶ τὸν σὸν ὑπανάγνωθι δήμιον καὶ γνοίης ἂν ὡς ἐπὶ κενοῖς ἐνταῦθά σοι τὸ ξίφος προβάλλεται. εἰ μὲν οὖν τῶν τοῦ πατρὸς κακῶν εἰσέτι που καὶ νῦν μεμνημένος ἐπὶ τοὺς παῖδας ἄγεις τὴν τιμωρίαν, ὅρα καὶ τὰ τῆς μητρὸς ἀριστεύματα καὶ τὸ πολὺ τοῦ θυμοῦ | RIV 812 κατασβέσεις ἐκεῖθεν· εἰ δ’ ἐπὶ τοῖς τῆς μητρὸς καλοῖς οὐ φυλάττεις τὸ εὔγνωμον, μηδ’ ὧν ὁ πατὴρ ἐτόλμα κακῶς ἐπὶ τοὺς παῖδας τὴν αἰτίαν μετάφερε.