46. Χωρὶς δὲ τούτων, εἰ καὶ μηδὲν οὗτος ὁ νόμος ὠφελήσειν ἔμελλε συντηρούμενος, ἀλλά γε τὸ πρὸς τρόπου τοῦτον μὲν εἶναι τῇ πόλει, τὸν ἕτερον δὲ σκαιὸν καὶ ὠμὸν τὴν γνώμην μέγα τί μοι πρὸς πειθὼ καταφαίνεται τοῦτον μὲν σώζεσθαι, τὸν δ’ ἔχειν προσ- ἥκειν τὰ δεύτερα. ὁρᾶτε γὰρ ὅπως ὁ μὲν ἤπιός ἐστι καὶ νόμων ἀπάντων φιλανθρωπότατος καὶ τῇ μητρὶ τοὺς παῖδας ἀντιχαρίζεται, δι’ ἧς αἰ λοιπαὶ τῶν μη- τέρων οὐκ ἐφ’ ὕβρει τὰ τέκνα τρέφουσι, καὶ τὴν χεῖρα παρασαλεύειν οὐ βούλεται, δι’ ἧς ὁ τοὺς νόμους παρα- σαλεύσας οἴχεται τύραννος, ἅτερος δὲ τὸ ξίφος ἐπιθή- γει, τὸν δήμιον ἐφοπλίζει καὶ θύειν τοὺς παῖδας ἐπι- χειρεῖ, παῖδας νηπίους, ἁπαλὸν κλαυθμυρίζοντας καὶ μέσης ἀφαρπάζειν ἐθέλει μητρικῆς ἀγκάλης ἣ μέσων τῶν τυράννου χειρῶν ἀφαρπάσασα τῇ πόλει τὴν ἐλευ- 4 Polyb. II 23, 7 11 cf. p. 363, 18 13 sq. Phil. de los. § 34 t. II 69, 62 M. (IV 104, 11 Cohn) 1 τὴν om Vat 3 προτοῦ ΜαΜο Re | τυράννων Ma 7 τρόπου τοῦτον μὲν scripsi e MaClVat cum lacobsio Ach Τ 998 Anth. Pal. III 206 App Pors 292 et 329 Schul τρόπον τοῦ- τον μὴ Μο Re τρόπου τοῦτον μὴ Sintenis | τὸν del lacobs Anth App 8 τῆ γνώμη Ma | μοι om Ma 9 προσήκει Vat 10 ὁ μὲν ἤπιός scripsi e MaClVat cum lacobsio ll. ll. μὲν νήπιος Μο Re μὲν ἤπιος Sintenis et Cobetus Coll 302 13 τρέφουσι scripsi e MaClVat cum lacobsio Anth. Pal. III 477 Schul στρέφουσι Μο Re θρέψουσι Sintenis | τὴν χεῖρα scripsi τῆς χειρὸς libri Re 14 παρεκσαλεύειν lacobs Schul 16 δῆμον Ma | ἐφοπλίζειν Ma 17 κλαυθμηρίζοντας MaClVat 18 ἣ scripsi e MaCl cum Sinteni ἡ VatMo Re | μέσον Ma Cl 19 τυράννων Ma θερίαν ἀπέδωκεν. ἔπειτα ποῦ δίκαιον καὶ τῆς ὑμῶν φιλανθρωπίας ἄξιον ὑμᾶς μὲν χαίρειν ἐφ’ οἷς ὁ κατάρατος πέπτωκε, τὴν δὲ τὸ χαίρειν ὑμῖν ὰποδεδω- κυῖαν ἐπὶ στυγνοτέρας καθῆσθαι τῆς τύχης, καὶ μὲν ταῦτα δὴ τὰ τῶν εὐθυμουμένων ἐν δημοθοινίαις ἄγειν καὶ ἱεροῖς ἐπιβωμίοις καὶ θεῶν ἑορταῖς, ταυτηνὶ δὲ δυσθύμως ἔχειν καὶ τὰ μὲν ἀλγεῖν, τὰ δ’ ὑμᾶς ὡς ἀγνώμονας αἰτιᾶσθαι;