καί τις οὐκ εἰδὼς παρά του τῶν εἰδότων πυνθάνεται ὅτι τοῦτον μέν τοι πονηρὸν ὄντα καὶ τύραννον ὧς μὲν πολλὴν φρουρὰν σώματος ἔχοντα, ὡς δὲ πλείους δορυφόρους κατὰ τῶν νόμων τρέφοντα γυνή τις μιᾷ πληγῇ κατήνεγκε καὶ τὴν πολλὴν ἐκείνην δορυφορίαν ἀπήλεγξεν, ἡ δὲ οὕτω τοι φιλόπολις ἦν ὡς ἔχειν τὸ μὲν σῶμα μετὰ τοῦ τυράννου, τὴν δὲ ψυχὴν μετὰ τοῦ δήμου, καὶ μέγα τι δυναμένη καὶ μείζω τῶν νόμων 3 Aesch. Ag. 1292. 1343 8 cf. p. 449, 9 12 cf. p. 404, 3 2 ἐπανωρθοῦτο MaCl 3 ὅ τι scripsi ὅτι MaClVat ἔτι Μο Re τι Sintenis 7 ἄλλος scripsi e VatMo cum lacobsio Philostr 377 Schul ἄλλοι MaCl 9 τύραννος ἀνὴρ Ma sed ς ἀνὴρ in ras m 2 11 ὅτε reposui e libris sed ε ex ι corr Μο, cum lacobsio Anth. Pal. III 709 Schul et Sinteni ὅτι Re 14 παρά του τῶν scripsi e Μο sed e παρὰ τούτων corr παρὰ του τῶν Ma παρὰ τούτων ClVat Re παρὰ τῶν lacobs Schul | πυνθάνεται inser Ma 2 15 μέντοι Μο 17 τὸν μον MaCl 19 ἀπήλεγξεν Ma sed ήλ in ras m 2 ἀπήλλαξεν Vat | τι Ma sed ι in ras 2 litt 21 δήμου in ras Ma 2 | Ma | δυναμένη Ma sed η in ras m2 ὡς καὶ πάντα τρυφᾶν ὁπόσα καὶ γυνὴ τυραννοῦντος ἀνδρός, ἡ δὲ τὸ μικρὰ μετὰ νόμων δύνασθαι τοῦ πάντα δίχα νόμων ἀνθείλετο καὶ τὸ νόμος εἶναι τοῖς ἄλλοις αὐτὴ πρὸς τῆς Τύχης λαχοῦσα τοῦτο μὲν εὖ ποιοῦσα μετὰ καὶ τἀνδρὸς ἀπεσκευάσατο, ὑπὸ δὲ νό- μοις αὐτόβουλος γίνεται. οἱ δὴ ταῦτα λαχόντες καὶ οὕτω κείμενον τὸν τύραννον ἐκπεπληγμένοι νῦν μὲν τῆς εὐμοιρίας τὴν πόλιν ἄγανται καὶ τὴν ἀπὸ γυ- ναικῶν τόλμαν καὶ τῆς εἰς ἄνδρας ἡκούσης ἀνδρείας οὐκ ἀγεννὲς τίθενται ξύμβολον καὶ τοῦ μηδὲν ἂν ἐθέ- λειν ἔξω νόμων πεπολιτεῦσθαι, εἰ δὲ καὶ πύθοιντο τὴν μὲν ὧς αἰτοίη τοὺς παῖδας, ἡμᾶς δ’ ὧς οὐκ ἐπι- νεύομεν καὶ σμικρολογοῦμεν περὶ τὴν τὰ μεγάλα δε- δωκυῖαν ἡμῖν, δέδοικα μὴ τὴν μὲν οὐδὲν ἧττον καὶ πάλιν | θαυμάσονται καὶ γενναίαν ὑπολήψονται, RIV 809 τύχῃ δὲ χρησαμένην ἀγνώμονι, τοὺς δὲ ψηφιζομένους ὑμᾶς, ἀλλ’ οὐκ οἶδ’ ὅ τι καὶ φαίην, μὰ τοὺς θεούς, εἰ μὴ μετὰ τῆς νῦν ἀγνωμοσύνης καὶ τὴν ἐντεῦθεν ἀδο- ξίαν εὖ ποιοῦντες προσαναιρήσετε.