πάντων οὖν ἐπὶ τούτοις δεδιότων καὶ κατεπτηχό- των καὶ πάσης ἐπιλελοιπυίας μηχανῆς καὶ μηδεμιᾶς χρηστοτέρας ὑπούσης ἐλπίδος εἶδε τὸ | κακὸν ὁπό- RIV 808 σὸν ἡ φιλόπολις αὕτη καὶ μισοτύραννος, ᾤκτειρε τῆς ἀτυχίας τὸν δῆμον, ἐμίσησε τῆς ἀπονοίας τὸν ἄνδρα καὶ τὸ ἐντεῦθεν ἔργοις τὸ μισεῖν ἐβεβαίωσε. λαμβάνει 2 cf. p. 472, 21 1 num ἀπηυθαδίζετο? | μηδέν’ ἂν scripsi μὴ δ’ ἂν Ma μηδ’ ἂν ClVat μηδὲν ἂν MoRe μηδένα Sintenis 2 τὰ παλα- μναιότερά τινος Re num τι παλαμναιότερον? at cf. p. 402, 16 3 ἀξία scripsi e MaCl cum lacobsio Schul ἄξια VatMo Re 6 τοὺς νόμους Vat 8 τὰ] τῆς MaCl 9 νόμον MaCl Vat | ἐξειργασμένα Ma sed α(2) add m 2 10 ἐκείνων MaCl 11 τὸν om Ma 13 ἡ πόλις Ma sed ἡ π in ras m2 15 ras 1 litt ante καὶ Μο 18 καὶ inserui e Ma om ClVat Μο Re 19 μὴ δὲ μιᾶς Vat 20 ἐλπίδος in marg Ma 21 ἡ] τι Ma 23 ἔργω Vat τὸ ξίφος, αἴρει τὴν χεῖρα καὶ παραυτίκα ἐκεῖνος μὲν ἔπιπτε, τὰ δὲ τῆς δημοκρατίας ἐπηνωρθοῦτο. ἐκεῖνος μὲν καιρίαν ἐδέχετο πληγήν, ἡμῖν δ’ οὐδὲν ὅ τι τῶν ὐπ’ ἐκείνου τραυμάτων ὑπῆν ἔτι. καὶ νῦν πολλοὶ περιεστᾶσι τὸν νεκρὸν καὶ οὐ πάντες τῆς αὐτῆς πό- λεως, ἀλλ’ οἱ μὲν τῆς ἡμετέρας, οἱ δ’ ἐξ ἀστυγειτό- νων ὄντες, οἱ δ’ ἄλλος ἀλλαχόθεν. καὶ πᾶσι θαυ- μαστόν τι χρῆμα δοκεῖ καὶ πέρα θαύματος, ἄνθρωπος ὁπλίτης, τύραννος, ἀνὴρ ὑπὸ γυναικὸς τὴν ὅλην κατα- βεβλημένος ἰσχὺν καὶ οὐδὲ ταύτης δυσμενοῦς ᾗ τυχὸν ἐκεῖνος ἐφυβρίζων ἐτρύφα, ἀλλ’ ἥν, ὅτε νόμοις ὑπέ- κυπτε, κατὰ νόμους ἠγάγετο καὶ μετὰ τὴν τῆς δημο- κρατίας ἀπόστασιν εἶχεν, ἐφύλαττεν, ἔστεργε.