34. Λέγε μοι, πρὸς νόμων αὐτῶν, τὰ τόθ’ ὑπὸ τοῦ τυράννου κατὰ νόμων ἐξειργασμένα καὶ ποιοῦ τὰ ἐκείνου δυσσεβήματα τῶν τῆς ἀπεκτονυίας ἀνδραγαθη- μάτων κατάλογον, ἐγὼ δέ σοι προσεπιθήσω καὶ τὸν τρόπον ὅπως ὁ τύραννος ἔκειτο. Ἐτυραννεῖτο μὲν ἡ πόλις, σὺ δ’ ὁ νῦν λαμπρὸς τὴν γλῶτταν ἡσύχαζες, ὁ δὲ δῆμος δουλοκρατούμενος οὐκ εἶχεν ὅ τι καὶ χρήσαιτο. δορυφόρους πολλοὺς ἐπὶ κακῷ τῷ τῆς πόλεως ἔτρεφε, πολλῷ δὲ πλείους ἐπὶ τῆς ἀκροπόλεως φυλακὴν περιίστα τῷ σώματι.