τοῦτο οἶδε μὲν ὁ νομοθέτης, οἶδε δὲ καὶ ἡ γενναία μήτηρ αὕτη τῶν παίδων. καὶ ἅτε μηδέν τι τύραννον τετολμηκότων ἡ μήτηρ μετὰ καὶ τῶν νόμων ἐφείσατο. καὶ νῦν οὐχ ὡς ἐκείνου τοῦ πεσόντος παῖδας, ἀλλ’ ὡς αὑτῆς ἐξαιτεῖται τὸν δῆμον, ᾧ μηδὲν αἰτησαμένῳ μηδὲ πρὸ τοῦ λιπαρήσαντι αὐθ- αίρετος τὴν δημοκρατίαν ἀπεχαρίσατο. οἶμαι δ’ ὅτι κἂν εἰ μὴ τοῖς νόμοις ἐδέδοκτο, ἀλλὰ τῷ γε δήμῳ πρὸς αἰσχύνης ἂν ἦν τὸ μὴ δοῦναι νόμον ἔνα τῇ πάν- τας ἀποδεδωκυίᾳ τοὺς νόμους καὶ ταῦτα ὡς οὔποτ’ ἄν τις οὐδ’ ὄναρ ἤλπισεν. ἀλλ’ οὐδ’ ἄν, <εἰ> τοὺς παῖδας ἁρπαζομένους ὁρῶσα ἔφερεν, ὁ δὲ δῆ- μος οὐκ ᾤκτειρεν, ἀλλ’ ἐπέτρεπε τὴν σφαγήν, οὐδ’ οὕτως ἂν εἶχε καλῶς ὑμῖν, οἷς τὸ μηδὲν ἔξω δίκης πράττειν ἢ λέγειν ἡ πᾶσα σπουδή, ἄτεκνον ἐπιδεῖν ἀνασχέσθαι τὴν δι’ ὑμᾶς ἀπεκτονυῖαν τὸν ἄνδρα καὶ χηρείαν ἐξουσίας προτιμησαμένην παρανόμου διὰ πολι- τείαν ἔννομον καὶ βῆμα ἐλεύθερον.