24. εἰ γὰρ διττὸν τρόπον ὑπεύθυνοι γίνονται ἄνθρω- ποι, ἤ πρὸς πέρας τὸ κακοὶ γενέσθαι φιλονεικήσαντες καὶ τοῖς ἔργοις τὸ τῆς γνώμης ἀπελέγξαντες ἄδικον ἤ μήπω μὲν ἐγχειρήσαντες, δῆλοι δ’ ἄλλως ὄντες εἰς τοῦτο γνώμης ἥξοντες, εἰ μὴ μετὰ τῆς ἐπιβουλῆς φθά- σεῖ καὶ τὸ σῶμα θᾶττον ἀποκόψας ὁ δῆμος, τούτων δὲ τὸ μὲν οὐδεὶς ἔχει δεικνύναι, τὸ δ’ αὐτὸς ὁ χρόνος οὐ μαρτυρεῖ, οὐκ οἶδα ἀντὶ τίνος οἱ παῖδες ἀδικεῖν δικαίως δόξαιεν. ἢ μόνοι τῶν ἀπάντων μηδέν τι πονηρευσάμενοι τὰ τῶν πονηρευσαμένων ὑποίσουσι; πρῶτα λέγε μοι τὸ πονήρευμα καὶ τότε τὸν δήμιον ὅπλιζε. ἆρ’ οὖν τινα τῶν πολιτῶν χρήμασιν ἐζημίωσαν ἢ τοῦτο μὲν οὔ, φυγάδα δὲ τῆς πατρίδος ἐξήλασαν; ἤ καὶ τοῦτο μὲν τῆς κακουργίας οὐκ ἔχεις εἰπεῖν, ὀφρὺν δέ τινα κατὰ τῶν δημοτῶν ἀκόλαστον καὶ ὕβριν 2 Soph. OR. 588 cf. p. 452, 7 16 sq. cf. p. 359, 18 1 οὐ μὲν Mu 2 καὶ πέπτωκεν] καταπέπτωκεν lacobs App Pors 329 Schul 3 σκαιωρούμενος scripsi e VatMu sed in hoc ς in ι corr σκαιωρούμενοι MaClMo Re σκευωρούμενοι coni lacobs Schul σκευωρούμενος Sintenis at cf. ad p. 325, 15 4 μὴ in αἰσχύνη mutandum coni lacobs Schul, rectius in χλεύη Philostr. 331 cf. t. VI 31, 11, V 559, 9 | δοκοίη Ma sed η del m2 5 ἀποκτόνασιν ὄνασιν MaCl 7 κακοὶ scripsi e MaClVat κακὸν ΜοΜu Re 10 φθάσοι Vat 12 voce δὲ des Mu 14 οἳ Ma καὶ Vat 15 signum interrogationis posui colon libri Re 16 πρῶτ’ MaVat πρῶτον Sintenis at cf, p. 464, 16 | δήμιον scripsi e MaClVat δῆμον Μο Re 17 τίνα Ma Vat 18 ἢ — ἐξήλασαν in marg Vat | οὔ Ma sed ου in ras m 2 | φυγάδα Ma sed φυ in ras m 2 20 δημοτῶν scripsi e ClVat πολιτῶν Μο Re ἀσελγῆ καὶ παροινίαν ἐπεγκαλεῖς; ἀλλ’ οὔτε τοῦτο οὔτ’ ἐκεῖνο παίδων οὔπω καθαρὰν τὴν γλῶτταν ὑπο- φαινόντων δύναιτ’ ἄν τις, οἶμαι, καταμαρτύρασθαι. RIV 806 | ὅπου δὲ τὸ κακουργεῖν οὐχ εὑρίσκεται, καὶ τὸ κολάζεσθαι πέφευγε.