22. Ἀλλ’ ἐνταῦθά μοι προσεπιπηδῶσι τῷ λόγῳ καὶ RIV 805 τῆς γνώμης | ἐκκρούουσιν οἱ καὶ μέχρι παίδων τὴν τυραννίδα ποιεῖσθαι σκηπτόμενοι καὶ τὸν τοῦτο λέγοντα νόμον ὡς ἐπὶ τούτοις προβάλλονται. ἐγὼ δὲ οἶδα μὲν τὸ γράμμα, οἶδα δ’ ἐφ’ οἷς ἄρα καὶ γέγρα- πται. ἀποκτιννύναι τοὺς τῶν τυραννούντων παῖδας ὁ νόμος βούλεται μέν, ἀλλ’ ὁπόταν μετὰ τῶν τεκόντων ἀδικοῖεν τὴν πόλιν, ἀλλ’ ὁπόταν τὰ τῶν πατέρων μι- μοῖντο καὶ τὰ τυραννούντων κακουργεῖν ἐπιχειροῖεν τούς τε νόμους μετασκευάζοντες καὶ τοὺς τῆς πολι- τείας θεσμοὺς διαγράφοντες, καὶ ὅλως ὅταν ἡ πόλις εἰς κακόν τι καὶ τούτων ἀπόναιτο, τότε καὶ παῖδες τύραννοι μετὰ πατρὸς τυραννοῦντος πιπτέτωσαν. οἶς γὰρ μετεῖχον τοῦ πονηρεύματος εἰκότως καὶ τοῦ πε- σεῖν συμμεθέξουσιν. εἰ μὲν οὖν ἔχεις τι καὶ τού- των εἰπεῖν, ὦ κατήγορε, οἷς ὁ ξύμπας δῆμος ἢ καὶ τῶν καθέκαστά τις μόνος ὑφ’ οὕτως ἀτελοῦς ἡλικίας τυχὸν περιύβρισται, ἡκέτω μὲν ὁ παθὼν καὶ δεικνύτω 18 sq. cf. p. 327, 7 sq. 1 δὲ post τούς ΜΟΜu Re delevi τούςδε coni 4 προσπηδῶσι Vat 6 ἀπολεῖσθαι lacobs App Pors 329 Lect, πτοιεῖσθαι Schul 9 punctum post γέγραπται posui, colon Ma Sintenis om reliqui libri Re | τυραννούντων scripsi e MaClVat τυράννων ΜοΜu Re 10 ὁπότε lacobs Lect Scbul | μετὰ τῶν τεκόντων scripsi e MaClVat τὰ τῶν πατέρων Μο Mu Re 11 ἀδικοῖεν — πατέρων inserui e MaClVat om Μο Mu Re 12 τυραννούντων] τῶν κακούργων Vat 14 θερμοὺς Μο sed σ supra ρ Hardt | ὅτε lacobs 11. 11. 15 εἰς delendum censet Sintenis 16 οἶς vel in ὡς mutandum coni lacobs Lect Schul vel in οἱ i. e. οἳ Schul at cf. p. 440,6 et 12; 454, 13 18 τί MaClVatMu 19 ὦ] ὡς Mu | οἷς scripsi ὡς libri Re | ὁ om Vat | καὶ om Ma 20 καθ’ ἕκαστον? τὴν ὕβριν, ὁ δὲ δῆμος οὐ φείσεται· εἰ δ’ ὁ μὲν ὁ τὰ τύραννα δράσας ἐκεῖνα καὶ πέπτωκεν, οἶ δ’ οὐδὲν ὧν ἐκεῖνος ἐτυράννει σκαιωρούμενος ᾔδεσαν, πῶς οὐκ ἄν, ὦ πρὸς Δῖός, μὴ καὶ γέλως δοκοίη τὸ ψήφισμα τού- τους ἀποκτείνειν οἳ μηδένα τῶν πολιτῶν ἀπεκτόνασιν;