2. εἰ μὲν οὖν ἑώρων τὸ τοὺς εὖ δράσαντας μὴ καλῶς ἀντιδρᾶν πρὸς εὐδοξίαν μέλλον ἡμῖν ἀποτελευτῆσαι, τάχ’ ἂν πρὸς τοῖς ἄλλοις ἐγιγνόμην κἀγὼ καὶ ταχέως ἄν τις εἶδεν ἐμὲ τὸν νῦν ὑπερμαχοῦντα τότε τοὐναν- τίον ἅπαν ἀπομαχόμενον πρὸς τὴν δωρεάν· νῦν δ’, οὐ γὰρ οἶδα πῶς ἄν τις τῶν ἀπάντων δίκαιον τοῦτο νομίσειε καὶ μὴ μᾶλλον πρὸς ἀδοξίαν οὐ τὴν τυχοῦ- σαν περιιστάμενον, ἥκω τήν τε πόλιν καὶ ὑμᾶς τηλι- καύτης δυσφημίας ἀπαλλάξαι σπουδάζων καὶ τῇ γεν- ναίᾳ ταύτῃ τὰς ἀμοιβὰς ἐν οὕτως ἀναγκαίοις ἀποδώ- σῶν καιροῖς καὶ ὑμᾶς τοῦτ’ αὐτὸ πείσειν τὰ δυνατὰ πειρασόμενος. δεῖ γάρ, ὡς ἐπὶ τοιούτοις οἶμαι, κὰ- μὲ τὴν εὐεργεσίαν ὁμολογεῖν κοινὴν οὕτω καταβληθεῖ- σαν καὶ πάνδημον καὶ ὑμᾶς τοὺς εὖ παθόντας οὐκ ἀποκνεῖν τὴν προσήκουσαν ἀντικαταβαλέσθαι χάριν. ὧς νῦν τῷ μὲν δοκεῖν ἐγὼ τῇ γυναικὶ τοὺς παῖδας εἰς δωρεὰν ἐξαιτοῦμαι καὶ γράφω τοῦτο τὸ ψήφισμα καὶ γίνομαι δημηγόρος οὐκ ἀγεννὴς παρ’ ἧς καὶ τὸ 1 τἆλλα Vat 4 δημοκρατίας Ma 5 ἐπανῆλθεν Ma 6 δράσαντα Vat 12 καὶ μὴ scripsi μὴ καὶ libri Re „fort. καὶ μὴ καὶ“ lacobs Schul | εὐδοξίαν Ma 13 καὶ om MaCl Vat 14 σπουδάζων MaCl σπουδάσων Vat 15 ἀναγκαίοις Ma sed οις in ras m 2 | ἐπιδώσων Ma 16 τοῦτ’ αὐτὸ reposui e libris cum lacobsio Acb Τ 786 Schul et Sinteni τοῦ ταὐτὸ Re | πείσοι Vat πείθειν Sintenis 18 „post ὁμολογεῖν et κάμ δῆμον commata ponenda“ lacobs Schul 19 παθόντας 23 δήμητρος Vat γράφειν καὶ τὸ λέγειν ἡ ξύμπασα πόλις ἔχομεν· τὸ δ᾿ ἀληθές, ἢν ὑμεῖς ἀκριβέστερον ἐπισκοπεῖν ἐθελήσητε, γνοίητ᾿ ἂν ὡς αὐτὸς ὁ νόμος ἐκ τότε μετὰ τοῦ δι- καίου τοῦτο ψηφίζεται, ἐξότουπερ ἡ μὲν τὸ ξίφος κατήνεγκεν, ὁ δὲ τύραννος ἔπιπτεν, ἡ δὲ πόλις μετὰ καὶ τῶν νόμων ἀνώρθωται.