ἡ γενναία δὲ αὕτη καὶ μόνον τὸ σῶμα γυνή, τὴν δὲ ψυχὴν ἀνδρώδης, τῷ ὄντι δὲ μᾶλλον καὶ τὴν χεῖρα καὶ τὴν ψυχὴν ἐλευθέ- ριος ἐγχειρίδιον ὑπὸ μάλης λαβοῦσα καὶ τὸ δωμάτιον εἰσελθοῦσα, οὗπερ ἐτρύφα καθ’ ἡμῶν ἐκεῖνος, καὶ τοὺς μὲν ὀφθαλμοὺς εἰς τὴν τοῦ τυράννου σφαγὴν μετὰ καὶ τῆς χειρὸς ἀποτείνουσα, τῇ δὲ γνώμῃ πρὸς ὑμᾶς ἀφορῶσα, τὸν δῆμον, καὶ τῇ πρὸς τὸν ἄνδρα στοργῇ 12 cf. ad p. 473, 5 19 sq. cf. t. VI 92, 13 sq. Luc. tyr. § 7. Chor. tyr. p. 53, 4 sq. Plat. Gorg. p. 469 D 2 comma post ἐδέδοκτο posui e Μο, punctum reliqui libri Re | ὦ(1) ΜοΜu Re | ὦ(2) ClVat Re 3 co Cl 5 ἵεται Μο Mu Re 10 τῶ(1) Μο 12 οἱ(1) inserui e MaClVat om ΜοΜu Re 16 τόλμης Ma sed ης corr μ 2 | ἐλθεῖν om Vat inser Ma 2 18 χεῖρα καὶ τὴν in marg Mo 2 19 μάχης Μο sed et χ in λ corr ras et λ suprapos m 2 21 τοῦ om Cl Ι σφαγὴν Ma sed σφ in ras m2 τὴν ὑπὲρ τῶν νόμων ἀντιτιθεῖσα σπουδὴν παίει και- ρίαν τὸν ὑφ’ οὗ παιόμενος ὁ δῆμος ἠνείχετο. καὶ μιᾷ πληγῇ τὸν μὲν εἰς τοὔδαφος μετὰ καὶ τῆς ὅλης τυραννίδος κατέβαλε, τοὺς δὲ νόμους πεπτωκότας ἀν- έστησε καὶ τὸν πολλοὺς ἀνελόντα μόνη μετὰ καὶ τοῦ ξίφους κατεστρατήγησε καὶ δι’ ἑνὸς φόνου τὰ κάλλιστα τῶν πώποτε τροπαίων ἀνείλετο. καὶ μιᾷ χειρὶ τρεῖς καθεῖλε τυράννους, στοργὴν ἐξ αἵματος, ἀνανδρίαν ἐκ γένους, καὶ τὸ τελευταῖον, μέγαν, φοβερὸν ὁπλίτην, ἄνδρα τύραννον.