ὧς δὲ καὶ δεύτεροι καὶ τρίτοι κατεγελῶντο λόγοι καὶ ἡ μὲν ἐπ’ ἀνηνύτοις ἔλεγεν, ὁ δ’ ἐπὶ κακῷ τοῦ δήμου τυραννῶν οὐκ ἔληγε, κατὰ τοὺς τῶν Ἀσκληπιαδῶν σοφωτέρους τῆς ἐπῳδῆς καταγνοῦσα καὶ τῶν φαρμά- κων ἐπὶ τοὺς καυτῆρας καὶ τὴν τομὴν ἀπιδεῖν ἔγνω καὶ τέμνειν ἐπιχειρεῖ τὸ μέγα τραῦμα, τὸν τύραννον, ἔνα μὴ καὶ τὸ πᾶν τοῦ τῆς πόλεως σώματος ξυνοιχή- σεται. ἐνταῦθα μάχη τις ἦν φιλελευθερίου γνώμης καὶ φύσεως. ἡ μὲν τὴν χεῖρα ὧς κατὰ τυράννου ὥπλι- ζεν, ἡ δ’ ὡς κατ’ ἀνδρὸς ὁπλιζομένην τῆς ὁρμῆς ὑπανέκοπτεν. ἐντεῦθεν εἷλκεν ἡ τόλμα, ἐκεῖθεν κατέ- κλα τὸ γένος. ἦρε τὸ ξίφος, αὖθις ἀπέρριψεν. αὖθις ἀνείλετο, καὶ αὖθις τὸ ξίφος τῆς χειρὸς ἀπέρρευσε. καὶ πολλάκις ἑκάτερον καὶ μετὰ δακρύων ἕκαστον.