ὕβρεις δὲ παίδων καὶ γυναικῶν ἁρπαγὰς καὶ πολιτῶν ἀδίκους σφαγὰς καὶ χρημάτων ἀφαιρέσεις καὶ τῆς θρεψαμένης ἐκπτώσεις καὶ τἄλλα ὅσα μὲν ἐκεῖνος ἐτόλμα τυραν- νῶν, ἡμεῖς δ’ ἐφέρομεν τυραννούμενοι, τί ἄν τις ἐμ τραγῳδοίη; ὧν γὰρ ἡ πεῖρα οὐ πρὸ πολλοῦ, ταῦτά μοι καὶ λέγειν περίεργον. ταῦτα δὲ πάντα καθ’ ἡμῶν ὁ κακοδαίμων ἐκεῖνος κρύφα σκευωρούμενος διεπράτ- τετο οὐδὲν εἰδυίας, οὐ μὰ Δία, τῆς γυναικός. οἷς γὰρ RIV 803 ὑπὲρ ἡμῶν παρεκινδύνευσεν | ὕστερον ἔδειξε καὶ τότε ὁποία ἂν ἦν τὴν γνώμην, εἴπερ ᾔδει τἀπόρρητον. ὡς οὖν ὁ μὲν ἀσελγῶς οὕτω τοῖς νόμοις ἐφύ- βριζε, τοῖς δὲ πάσχουσιν ἡμῖν οὐδ’ αὐτὸ τὸ θρηνεῖν ἔξω κινδύνων ἐλείπετο, πολλοὺς πολλάκις αὕτη λόγους ὑπὲρ ἡμῶν ἐφθέγξατο, πολλὰς δημηγορίας ὑπὲρ τῆς ἐνεγκαμένης μετὰ καὶ δακρύων τοῦ τυραννοῦντος κατέ- χεεν. ἀλλὰ τί μή, πρὸς θεῶν, οἱ πρὸς τοῖς λόγοις ἐκεῖσε τυχόντες τῷ δήμῳ τὴν τυραννοκτόνον βουλὴν ἐκείνην ἐξαγγέλλετε, ὅπως νῦν μὲν ἱκέτευε, νῦν δ’ ὑπὲρ τῶν νόμων ἐφθέγγετο τὸ ἀπὸ θεῶν προβαλλο- 2 sq. Luc. tyr. § 6 2 ὕβρεις scripsi e Ma sed βρεις in ras m 2, Cl Vat coll p. 473, 11 ὕβρις ΜοΜu Re 3 γυναικῶν scripsi coll p. 473,11 cum la- cobsio Lect πολιτῶν libri Re παρθένων vel γυναικῶν lacobs Schul 5 τἆλλα Vat 7 καὶ τραγῳδοίη MaCl Vat cf. p. 439, 20; 454, 14 | γὰρ in ras Ma 2 | οὐ inserui auctore lacobsio Ach Τ 915 Schul om libri Re | προπολλοῦ ΜοΜu Re 12 ἂν om Vat τἀπόρρητον scripsi e MaClVat τὰ ἀπόρρητα ΜοΜu Re 13 οὕτως Vat | ἐφυΜζεν Ma 18 πρὸς in παρόντες, 19 ἐκεῖσε in ἐκείνης (Lect) aut in κοῖτοι vel κοιτῶνες (Schul) mutandum coni lacobs Lect Schul at cf. p. 438, 21 | τυχόντες inserui e MaClVat om ΜοΜu Re 20 ἐκείνην βουλὴν Vat | νῦν μὲν scripsi c MaClVat cum Sinteni μὲν νῦν ΜοΜu Re | ἱκέτευε Ma sed et ε (3) in ras m 2 et accent. supra υ eras 21 τὰ lacobs Schul μένη μήνιμα, τὴν ἐξ ἀνθρώπων νέμεσιν, τὰ εἰς Ἅιδου κολαστήρια, Ἀχέροντας, Πυριφλεγέθοντας, Κωκυτούς, τἄλλα ὁπόσα καὶ θανόντες ὑποίσουσι τύραννοι;