τί γοῦν; ὁρᾷ τὸν πλοῦτον, λογίζεται τὸ πολὺ τῆς τόλμης, συλλογί- ζεται τὴν δαπάνην καὶ παραυτίκα τοὺς πονηροτάτους τῶν πολιτῶν ὑποδύεται καὶ ῥᾷον οὕτω τοὺς πολλοὺς ἐξαπατήσας, τοὺς μὲν ὑποσχέσεσι κλέψας, τοὺς δὲ χρή- μασι διαφθείρας, ἐπ’ αὐτὴν ὥρμησε τὴν ἀκρόπολιν καὶ τὰ μὲν ἀφύλακτα τοῦ χωρίου καταλαβὼν ἄτε δὴ πρὸ πολλοῦ τὴν ἔφοδον καιροφυλακήσας, εἰ δέ τί που καὶ τοῦ στρατιωτικοῦ παραφυλαττόμενον ὑπολέλειπτο, τούτων δὲ τοὺς μὲν ὑπὸ τοῦ τῶν δορυφόρων πλήθους σὺν οὐδενὶ πόνῳ διωσάμενος, τοῖς δὲ καὶ νυκτὸς ἐξ ἀφανοῦς ἐπιθέμενος τὴν ὅλην εὐθὺς εἶχεν ἀκρόπολιν. ἐντεῦθεν φυλακὴν ἐφίστα τῷ σώματι καὶ δορυφό- pous ἔτρεφε τοὺς τὰ ἄτοπα ἐκεῖνα ὑπηρετήσοντας. ἐν- ταῦθα τί μὲν οὐκ ἀπῆν τῶν καλῶν; τί δὲ οὐ παρῆν τῶν κακῶν; ἀπὸ τῶν νόμων ἄρχεται τῆς ἐξουσίας ἡ μιαρὰ κεφαλή, τούτους γὰρ καὶ πρὸ τῶν ἄλλων ἐκείνῳ 7 cf. p. 456, 11 13 Chor. tyr. p. 61, 8 14 cf. t. V 555, 12 1 ἂν om MaClVat 5 τῶ μὲν τῶν ἐκ MaCl 7 γάρ, Sin- tenis 11 τοὺς(1) — 12 διαφθείρας om MaCl 13 Cl sed α(3) ex ο corr m 2 14 πρὸ πολλοῦ scripsi e MaClVat τοῦ καιροῦ ΜοΜu Re | ἔφεσιν Vat 15 στρατιωτικοῦ Ma sed ov in ras m 2 16 τοῦ Ma sed ov in ras m 2 | τῶν om Ma 18 εἶχον Ma 19 ἐφιστᾷ MaClVat 20 ἐκεῖνα scripsi e MaClVat cum Sinteni ἐκείνω ΜοΜu Re καταλῦσαι τὸ σπούδασμα. τούτων δὲ πεπτωκότων συν- επεπτώκει καὶ τὰ τῆς δημοκρατίας.