πόσοι σφᾶς αὐτοὺς ἀπέκτειναν τυραν- νούμενοι τοῦ μηκέτι ζῆν ἐν ἀνομίᾳ. πόσοι δ’ ἑαυτοὺς κατεκρήμνισαν πολεμίων ἐπικειμένων τοῦ μὴ ἁλόντας δουλεῦσαι. ὁ δὲ ἐμὸς οὐ δουλεύσειν ἔμελλε, καίτοι RIV 473 | καὶ τοῦτο δεινόν, ἀλλ’ ἀναγκασθήσεσθαι μηκέτ’ ἄρρην εἶναι, τελεῖν δὲ εἰς γυναικῶν ἀριθμὸν καὶ ἀκούσεσθαι παρὰ τῶν εὐνούχων ὅτι χθὲς μὲν εἰσῆ- γον αὐτῷ παλλακήν, τήμερον δὲ σὲ καλεῖ. σὺ δ’ ὅπως αὐτὸν ὧς μάλιστα ἥσεις μηδὲν ὧν ἂν αἰτῇ διωθούμενος.