δεῖ δὲ καὶ ὑμᾶς, ὦ ἄνδρες, τοῖς ὥσπερ ἐγὼ κακῶς διακειμένοις βοηθεῖν μᾶλλον ἢ τοῖς μετὰ τῆς τύχης ἐπιτιθεμένοις τοῖς ἅπανθ’ ὑπὲρ ὑμῶν καὶ ὅλης τῆς πόλεως καὶ προαιρουμένοις καὶ πράττου- σιν. οὐδὲ γὰρ ἂν ἔχοι λόγον τὸν εὐνοίᾳ τῇ πρὸς ὑμᾶς ἅπαντας νενικηκότα τοῦτον ὧς περὶ τοὺς οἰκείους τοὺς αὑτοῦ πονηρότατον ἀποθανεῖν.