ταῦ- τὰ ἐδόκει τὴν πρώτην ἡμέραν κράτιστα, ταῦτα τὴν δευτέραν, ταῦτα τὴν τρίτην, καὶ οὐδὲν ἦν ὅ τούτων ἐδύνατο | νομισθῆναι βέλτιον. λαβὼν δὴ τὸ ξίφος RIV 466 πάλιν κατεθέμην καὶ πάλιν λαβὼν ἔρριψα, καὶ πολλά- κις ἑκάτερον καὶ μετὰ δακρύων ἕκαστον. εἶτ’ ἐνίκα τῇ πατρίδι τὸν υἱὸν ἐπιδοῦναι καὶ πλήξας πολλάκις τὸ πρόσωπον καὶ τίλλων τὰς τρίχας καὶ πρὸς τὸν ἐμαυ- τοῦ δαίμονα εἰπών· ἐμπλήσθητι τῶν ἐμῶν κακῶν ἔπεισα δι’ ὧν ἔδειξα τὸν τύραννον μηκέτι τὰ μηκέτ’ ὄντα ζητεῖν. καὶ ἡ τελευτὴ τοῦ παιδὸς καὶ τῷ πολέμῳ γεγένηται τελευτή.