διὰ τί; διὰ τὰ πολλὰ τρόπαια καὶ τὰ αἰχμάλωτα σώματα καὶ ναῦς καὶ λιμέ- νας καὶ τόπους; καίτοι κἂν εἰ πάντα ταῦτα ἦν, οὐδ’ ἂν οὕτως εἰκότως ἀπῄτει χάριν τὸ μηκέτ’ εἶναι τὴν πόλιν. εἰ δὲ μὴ στρατηγοῖς μηδ’ ἀριστεῦσι μηδ’ οἱ μεγίστων ἡμᾶς ἐξείλοντο κινδύνων ἔδοτ’ ἂν τοιαύτην | τιμήν, πῶς τῷ γόητι δώσετε; οὐ φέρεις τὴν RIV 738 τοῦ παιδὸς σφαγήν; εἰ δὲ ἀνὴρ γενόμενος ὅπλα λαβὼν ἔπεσεν ὑπὲρ τῆς αὑτοῦ μαχόμενος, οὐδὲ τότ’ ἂν ἤνεγ- κἀς; ἀλλ’ οἵ γε ἄλλοι πατέρες τοὺς οὕτω τεθνεῶτας ἔθαπτον σεμνυνόμενοι. καί πού τις καὶ στρατηγὸς τοὺς αὑτοῦ παῖδας ἀγαγὼν ἐπὶ τὴν μάχην νεκροὺς ἐπαν- ῆλθε κομίζων καὶ οὔτε τὴν πάλιν οὔθ’ αὑτὸν οὔτ’ ἐκείνους ἐμέμψατο. σὺ δ’ ἂν τοὺς σαυτοῦ παρῄνεις οἴκοι μένειν καὶ φεύγειν μᾶλλον ἀστρατείας γραφὴν ἢ τραύματα ὑπομεῖναι. ταχύ γ’ ἂν οὗτος, εἰ μεγαλο- ψυχίαν πατρὸς ὁ χρησμὸς ἐκάλει, πρὸ τῶν ἄλλων ἀναπηδήσας ἐπέδωκε τὸν υἱόν, ὅς οὐδὲ τὸν κλῆρον ἀνέχεται. 50. Εἰ μὲν οὖν μὴ μάγος ἦσθα, παρεμυθούμην ἄν σε λόγοις οἷς κἂν ἄλλον πατέρα, ὅτι, ὦ φίλτατε, 3 cf. ad t. II 646, 21 1 αὐτοῦ Mos 2 διατί Β 4 κἀν Cr | ταῦτα πάντα 5 εἰκότως ἀπῄτει χάριν scripsi e CrB εἰκότως ἀντῄτει χά- ριν Mos ἀπῄτει χάριν εἰκότως PParM edd | γρ ἀντῄτει in marg Mor 6 μὴ scripsi e Β μήτε CrPParMosM edd | δ᾿ (1 et 2) libri edd 10 αὐτοῦ CrPParMos edd 12 τίς CrPParM edd 13 αὐτοῦ Mos Mor | ἀγαγὼν ἐπὶ τὴν μάχην scripsi e ΜοsΒ ἐπὶ τὴν μάχην ἀγαγὼν CrPParM edd | Ραι·Μ 14 οὔτ’ scripsi οὐδὲ libri edd 15 αὐτοῦ Β 17 τραῦμα CrPPar | εἰς Ρ et γρ in maig Mor 19 ἔδωκε 21 μέγας Μ 22 ἂν Par νόμιζέ σοι τὸν υἱὸν ἐν τῷ λοιμῷ τεθνάναι, νό- μιζε πρὸ τοῦ λοιμοῦ. λογίζου πόσους ἰσήλικας τούτῳ χθὲς ἐξηνέγκαμεν. τί δ’, εἰ ἔτι δυσχερέ- στερον αὐτῷ τῆς νῦν τελευτῆς ὁ μετὰ ταῦτα εἶχε βίος; ἐστεμμένος ἄπεισιν ἄμα σπονδῇ καὶ εὐχαῖς μέγαν ὑπὲρ ἑαυτοῦ καταλιμπάνων λό- γον. ταυτὶ μὲν ἂν καὶ πολλὰ τοιαῦτα διῆλθον, εἰ μηδὲν τῶν ἄλλων διέφερες, νῦν δὲ ἄκουσον ἅ μοι δίδωσι λέγειν ἡ σὴ τέχνη· τί δέδοικας, ὦ μάγε; τί κλαίεις; ἔξεις καὶ μετὰ τὴν σφαγὴν τὸν υἱόν. ὑπακού- σεταί σοι καλοῦντι, φανεῖται, διαλέξεται, συνδιατρίψει τὰς νύκτας, ἦ πού σοι καὶ διακονήσει τῶν ἄλλων προθυμότερον εἰδώλων. μὴ τοίνυν ἄσχαλλε μετὰ τῆς πόλεως καὶ αὐτὸς ἰδίᾳ κερδαίνων. 2 Xen. conv. 8, 1 6 cf. ad t. VI 312, 9 11 Luc. philops 13 sq. Apul. met. II 28 2 λοιμοῦ in ras Par 2 3 εἴ τι ΜοsΒ Mor 4 αὐτῶ Par | μεταταῦτα Β 5 σπουδὴ P 6 αὐτοῦ CrPParMosM edd 12 ἦ που scripsi e ParMB ἤπου CrPMos edd 13 ἄσχα- λε PPar 14 ἴδια Ρ οἶα ParM