ἔδει δὲ τούτων οὐδενός, εἴπερ ἅ φησι καὶ ὑπισχνεῖται, ταῦθ’ ὧς ἀληθῶς ἐδύνατο. τί γὰρ ἐκώ- λυεν, εἰπέ μοι, πρὶν εἰπεῖν τι, πρὶν ὑποσχέσθαι, συν- ἅψαι τῷ κλήρῳ τὴν ἴασιν καὶ τὸν τῶν λόγων τού- των καιρὸν τῆς τοῦ λοιμοῦ ποιῆσαι λύσεως, εἶθ’ οὕτω θύειν κωλύειν ὡς ἂν οὐκέτ’ οὔσης ἀνάγκης; ἀλλ’ οὐκ ἐνῆν οὕτως ὀξέως, ἀλλὰ διὰ χρόνων. οὐκοῦν κἂν μέλλῃς οὕτω λύειν, θῶμεν γάρ, εἰ καὶ σφόδρα τοῦτο ἠλίθιον, οὐκ ἴσα ἀντ’ ἴσων δίδως. ποῦ γὰρ ἴσον ἤδη παῖδας ὑγιαίνοντας ἰδεῖν ἢ τοῦτ’ αὐτὸ μετὰ πολ- λοὺς θανάτους λαβεῖν; τὸ δὲ ἀγανακτεῖν οὕτω πολίτην ἡμέτερον, εἴ τι χρήσιμος ἔσται διὰ τοῦ παιδὸς τῇ πό- λει, πῶς ἀνεκτόν; τούτων ἕκαστος, εἰ τὸν υἱὸν ὑπὸ τοῦ κλήρου κατειλημμένον ἑώρα τὸν ἑαυτοῦ, ἴσως μὲν οὐδ’ ἂν ἐδάκρυσεν· εἰ δ’ οὖν, ἀλλὰ κἂν ἡδονὴν ἴσως εἶχέ τινα τῇ λύπη κεκραμένην, εἰ τοιαύτην εἰσφο- ρὰν εἰσέφερε τῇ πόλει. ὁ δὲ ἀγανακτεῖ καὶ τὴν λει- τουργίαν οὐ φέρει καὶ λοιδορεῖται τοῖς θεοῖς καὶ μο- νονοὺ κατασκάπτει τοὺς νεώς. καὶ οἱ μὲν τὰ μέγιστα ἡμᾶς ἀγαθὰ εἰργασμένοι τὴν ἡσυχίαν ἦγον ἄν, ὁ δὲ πονηροῖς φαρμάκοις τὸν ἑαυτοῦ κατατρίψας βίον, ὥσπερ 8 cf. t. II 211, 18 16 sq. Plat. Phaed. p. 59 A 1 κἀν Β 3 καὶ ante ταῦθ’ Mos edd delevi cum lacob- sio Lect καὶ ποιεῖν ταῦθ’ coni Re 5 τοῦτον ΡΜοs Mor 6 λύσεως in Cr incertum | οὕτως ParMB scriptura in Cr incerta 7 οὐκ ἔτ’ Par 8 χρόνον Mos Mor 9 κἂν scripsi e PParMosMB scriptura in Cr incerta ἂν edd | μέλῃς μέλλῃ Par | οὕτως Par sed ς eras, Μ 10 ἶσα et ἶσον PPar ΜοsΒ edd 13 χρήσιμον Β 16 μὴ Par 17 κεκραμμένην Β κεκρατημένον Ρ et γρ in marg Mor 18 εἰσέφερε scripsi 6 ΜΒ εἰσανέφερε CrPParMos edd 28 αὑτοῦ Cr αὐτοῦ Ρ Mos edd τις τύραννος, ὑποχωρεῖν ἀξιοῖ ταῖς ἡδοναῖς ταῖς ἑαυ- τοῦ τὴν κοινὴν ἀσφάλειαν.