ἔδει δὲ τούτων οὐδενός, εἴπερ ἅ φησι καὶ ὑπισχνεῖται, ταῦθ’ ὧς ἀληθῶς ἐδύνατο. τί γὰρ ἐκώ- λυεν, εἰπέ μοι, πρὶν εἰπεῖν τι, πρὶν ὑποσχέσθαι, συν- ἅψαι τῷ κλήρῳ τὴν ἴασιν καὶ τὸν τῶν λόγων τού- των καιρὸν τῆς τοῦ λοιμοῦ ποιῆσαι λύσεως, εἶθ’ οὕτω θύειν κωλύειν ὡς ἂν οὐκέτ’ οὔσης ἀνάγκης; ἀλλ’ οὐκ ἐνῆν οὕτως ὀξέως, ἀλλὰ διὰ χρόνων. οὐκοῦν κἂν μέλλῃς οὕτω λύειν, θῶμεν γάρ, εἰ καὶ σφόδρα τοῦτο ἠλίθιον, οὐκ ἴσα ἀντ’ ἴσων δίδως. ποῦ γὰρ ἴσον ἤδη παῖδας ὑγιαίνοντας ἰδεῖν ἢ τοῦτ’ αὐτὸ μετὰ πολ- λοὺς θανάτους λαβεῖν; τὸ δὲ ἀγανακτεῖν οὕτω πολίτην ἡμέτερον, εἴ τι χρήσιμος ἔσται διὰ τοῦ παιδὸς τῇ πό- λει, πῶς ἀνεκτόν;