καὶ οὐκ ἂν φαίην ὅτι πολλοὶ περὶ τούτων ἐγένοντο λόγοι παρ’ ὑμῖν. ἀλλ’ εἶπε μὲν ὁ δεῖνα διὰ βραχέων, ἀντεῖπε δὲ οὐδείς, ἐχειροτόνησε δὲ ὁ δῆμος. ᾑρέθησαν οἶ θεωροί, ἦλθον ἐκεῖσε, ἐχρή- σαντο τῷ μαντείῳ, τί παύσει τὴν νόσον; ἤκουσαν, ἐπ- ανῆλθον, ἀπήγγειλαν· ἔξεστι μὴ νοσεῖν. νῦν οὖν λύσομεν τὰ δεδογμένα καὶ οὐκ αἰσχυνούμεθα τὰς με- ταβολὰς αἳ μέγιστα ὀνείδη καὶ ἀνδρὶ καὶ πόλει φέρου- σιν; οὐ γὰρ ἔστιν ἀνοίας αἰτίαν ἐν τοῖς τοιούτοις διαφυγεῖν, οὐ γὰρ οἶόν τε τοῦ δέοντος ἐν ἀμφοτέροις RIV 729 οὖσί γε ἐναντίοις τυγχάνειν, | ἀλλ’ ἀνάγκη θά- τερον ὁμολογεῖν ἡμαρτῆσθαι. θαυμάζω δὲ εἰ τοὺς μὲν τυράννους μισοῦμεν, ὅτι τὸν δῆμον ἀσθενῆ ποι- 11 cf. p. 376, 2 1 ἀπολ(??)ένην Β 3 γάρ om Β 4 ἰσχύειν Β 7 βου- λομένοις Par | ἡμῖν Β 9 ὧς Par sed ’ς in ras 3 litt m2 | ἂν om Par 11 καὶ om Par | φαίης Β 14 ᾑρέθησαν scripsi ᾑρέθησάν ParB edd ἠρέθισαν Μ ἠρέσθησαν ΡΜοs | δὲ post ᾑρέθησαν Ρ edd delevi" | θεωροὶ Par sed θέω in ras 5 litt m2 17 αἰσχυνόμεθα ParMos 19 ἀγνοίας Β 21 ἀλλὰ Ρ ΜοsΜΒ edd 23 μὲν om Ρ οὖσι, τούτῳ δὲ εἰσόμεθα χάριν ὃς ἰσχυρότερον αὑτὸν ποιεῖ τῶν τῷ δήμῳ κεκυρωμένων. καὶ εἰ μὲν ψήφισμά τις ἔλυσε περὶ δωρεᾶς γεγραμμένον ἢ περὶ τοῦ δεῖν τοῖς ἀστυγείτοσι βοηθεῖν ἢ περὶ τοῦ παρ’ ἐκείνων μεταπέμπεσθαι βοήθειαν, δεινὸν ἦν ἂν καὶ ἠγανα- κτοῦμεν. τί λέγεις; μάτην οὖν συλλεγόμεθα καὶ ῥητόρων ἀκούομεν καὶ τὰ λεγόμενα δοκιμάζομεν καὶ χειροτονοῦμεν καὶ κύριον ποιοῦντες τὸ δοκοῦν εὖ ἔχειν ἀπερχόμεθα; νῦν δὲ πρᾴως οἴσομεν ἀναιρουμέ- νης τῆς γνώμης καθ’ ἣν ἔδοξεν ἀντιστῆσαι τῷ λοιμῷ τὸ μαντεῖον;