ὑμεῖς δ’ οὓς τὸ καλεῖσθαι πατέρας ὁ δαίμων ἀφείλετο, ἀλλ’ ὅπως μὴ καὶ τοῖς νόμοις αὐτοῖς προσκρούσητε ψηφιζόμενοι καὶ γράφοντες ἃ μὴ δίδωσι νόμος. εἰ δὲ καὶ πατέρες ἐστὲ καὶ παῖδας ὡραίας γάμων ἔχετε, εὐξαίμην ἂν ὑμᾶς ἔγωγε μὴ πρὸς τοῦτο τύχης ἐλθεῖν μηδὲ νυμφίον δυστυχῆσαι τοιοῦτον ἐπ’ αἰσχύνῃ τοῦ γένους.