80. Ὡς ἀνομοίαν, ὦ θεοί, τὴν ἡμέραν εἶδον ἐκεί- νῆν, ὁπότε παστάδα ἐκόσμουν καὶ πῦρ πρὸ τῆς παιδὸς RIV 611 ὑπανεῖχον | γαμήλιον. τότε πατὴρ ἐκαλούμην ἐγὼ καὶ θυγάτηρ ἐκείνη καὶ τρόπον ἕτερον παῖς ὁ νυμφίος. ἀλλ’ οὔτε παῖδες ἐκεῖνοι μετὰ τὸν γάμον τὸν δυστυχῆ, τὸν ἐπάρατον οὔτ’ ἐγὼ πατὴρ ἔτι καλοῦμαι. ἐκεῖνον τὸν γάμον Τελχῖνες ἐζεύξαντο, ἐκείνην τὴν παστάδα Ἐριννύες ἐπήξαντο. τάφος ἦν ὁ γάμος ἐκεῖνος καὶ Πυριφλεγέθων αἱ δᾷδες καὶ Κωκυτὸς ὁ ὑμέναιος.