ταῦτα καὶ τὰ τοιαῦτα νῦν μὲν τῆσ- δε, νῦν δ’ ἐκείνου κατ’ ἐπᾴδων ἐν μέρει ληρεῖν ἐδό- κουν. οἶ δ’ ὧν ἔσπευδον σκαιωρεῖν οὐκ ἐπαύοντο. παῦσαι καὶ σύ, πρὸς θεῶν, ὦ κατήγορε. τί καὶ τοῦ παρόντος δαίμονος βαρύτερος ἡμῖν ἀναπέφηνας; ὶκα- νῶς ἔχω θρηνήσας ἐμαυτὸν τῆς συμφορᾶς, ἱκανῶς ἔχω τοῦ πάθους ἀποκλαυσάμενος. μὴ γίνου πατρὸς πρὸς τοὺς παῖδας φιλοστοργότερος. μὴ φαίνου καὶ νόμων φιλανθρωπότερος. ἴα πεσεῖν οὓς ὁ πατὴρ μετὰ καὶ τῶν νόμων οὐκ ᾤκτειρεν. εἴ σοι τὰ τῶν παίδων οἰ- κτρά, πολὺ χείρω τὰ τοῦ πατρὸς λόγισαι. οἱ μὲν γὰρ μετὰ τῆς ψυχῆς καὶ τὴν αἴσθησιν προσαφῄρηνται, ἐγὼ δ’ ὁ δείλαιος νῦν μὲν πονηροὺς τοὺς παῖδας ἀνακα- λοῦμαι, νῦν δ’ ἐμαυτὸν ἀπάντων πατέρων ἐπὶ τῇ 4 cf. p. 331,17; 344,17 9 Eur. Alc. 650 22 Plat. apol. p. 40 C 3 ἔτι Β 8 ὑμῶν Ma sed ὑ in ras m 3 9 κερδανοῖς Cl 10 βιάζει MaClVi 11 ὧς τάχιστα Β | punctum post τοι- αὐτὰ edd sed delendum vidit Mor Not 13 οἱ δ’ scripsi e ἁ Vi οἵδ’ LPaMaBVa edd | σκευωρεῖν Mor Re cf. ad p. 325, 15 18 φιλοστοργὧτερος BVa 23 πονηρὰ ἁ 24 ἐπὶ τῇ γονὴ scripsi ἐπὶ τὴν γονὴν libri edd sed ,,aut ἐπὶ τῇ γονῇ leg. videtur aut κατὰ τὴν γονήν“ Re γονῇ ἀτυχέστατον ἀποκλαίομαι. ὁσάκις τὴν δεξιὰν ὄψομαι, μνημονεύω τοῦ ξίφους, φαντάζομαι τὴν σφα- γὴν καὶ τὴν ἐπὶ τούτοις ἀπαιδίαν ἀπολοφύρομαι, ὡς ἦν μέν ποτε πατὴρ ἐγὼ καὶ παῖδες ἐκεῖνοι καὶ τὰ τῆς ἐλπίδος φαιδρὰ παῖδας ἑτέρους ἀπὸ τῆς παιδὸς ὄψε- σθαι καὶ πάππος μετὰ καὶ τοῦ πατὴρ ἀκοῦσαι, καὶ πάντα τἄλλα τὰ τῆς τύχης λαμπρά. ἀλλ’ ἀντέπνευσέ τις δαίμων βάσκανος, ἴνα μὴ λέγω τοὺς παῖδας, καὶ τὰ μὲν προσόντα ἀπόλωλε, τὰ δ’ ἐλπιζόμενα προσαπ- ὄλωλε καὶ νῦν μὲν ἐπ’ οὐ καλοῖς ἑάλωσαν καὶ πεπτώ- κασιν, ἐγὼ δ’, ὡς μὴ ὤφελον, περιλέλειμμαι μόνος μετὰ τῆς τύχης ἔρημος παίδων, ἐκκεκομμένος τἀς ἐλ- πίδας, περιῃρημένος τὰ φίλτατα.