74. ταῦτα ἄρα κατ’ ἐμαυτὸν εἶδον τὸ καλόν, ἐσκόπησα τὸ τοῖς νόμοις περὶ τούτου δοκοῦν, κατ’ ἐψηφισάμην μετὰ καὶ τοῦ νόμου θάνατον, ἐπεκύρωσα τοῦτο τὸ ψήφισμα καὶ τὸ ἐντεῦθεν, ὡς ὁ νόμος οἶδεν, ἐπράτ- τετο. ἐπὶ τούτοις ἐξηπιστάμην ἐμαυτὸν τὸν πατέρα τῶν ἁμαρτόντων, τοὺς δὲ νόμους πάντα τῷ πατρὶ περὶ τοὺς παῖδας ἐφιέντας. οὐ γάρ ἐστιν ὅπου καὶ νομοθέ- της τὴν γνώμην πεφόβηται, μή τι καὶ δεινὸν παρ- απολαύσωσι τῆς τοῦ πατρὸς αὐτονομίας οἱ παῖδες, | RIV 609 εἰ μὴ πρότερον ἐκεῖνοι μονονοὺ τὸ ξίφος ἐπὶ σφᾶς αὐτοὺς ὠθήσουσιν. ὡς οὖν πατὴρ περὶ τοὺς παῖ- δᾴς οὐ βάρβαρος τὰ πρῶτα προσηνῶς τε εἶχον καὶ πᾶν ὁτιοῦν τοῦ καλῶς ἐκείνους βιῶναι δεύτερον ἐτίθε- το παρ’ ἡμῖν. ἐπεὶ δ’ ἐκεῖνοί με τῶν ἐλπίδων ἐψεύ- σαντο, κἀγὼ τοῦ στέργειν ἐκείνους ἐξέπεσον. τοσοῦτο 2 τάχα MaClVI 7 ὅτι MaClViVa 10 ταῦτ’ BVa | κακὸν Ma sed κ in λ corr, Vi 13 ὁ om Re quod notavit Bastius Greg. Cor. ed. Schaefer p. 139 14 προσεπιτούτοις MaClViB πρὸς ἐπὶ τούτοις Va | ἐξεπιστάμην MaClVi 15 πάντα scripsi πάντας Hbri edd sed ,,malim πάντας πάντα“ Re 20 ὠθήσωσιν BVa 21 καὶ ante τὰ MaClViBVa | τα- πρῶτα LPaMaVa Ferr | εἶχον reposui e libris sed ex εἶχεν corr L, ut coni Re εἶχεν edd 22 ὅτι MaClViBVa 23 ἔψευσαν Cobet Coll 297 at cf. p. 95, 3 24 τοσοῦτον Ma Vi δέ μοι τὸ τῷ δήμῳ περὶ τῶν ἐμῶν δοκοῦν ἐνέδει μαθεῖν βούλεσθαι ὡς μηδ’ εἰς νοῦν λαβεῖν ὅλως ὧς ἔσται τις ὡς μὲν ἀναιδείας γέμων, ὡς δ’ ἐπὶ κενοῖς φιλόμαχος ἄνθρωπος ὧς οὐ μόνον οὐκ οἰκτείρειν ὧν ἐπεπόνθειμεν δράσαντες, τὸ γὰρ ἐπὶ τῶν παίδων τι δρᾶν ἴσον ἐστὶ καὶ πάσχειν, ἀλλὰ καὶ διασύρειν τολ- μᾶν ἐπὶ βήματος καὶ ταῦτα προσαφαιρεῖσθαι τοὺς πα- τέρας ἃ καὶ φύσις καὶ νόμος δίδωσιν.