68. Ποῦ δέ σοι καὶ κατηγορίας ἄξιον τὸ καθελεῖν οὓς ὁ νόμος ἐπέτρεψεν; εἰ δ’ ἐμὲ δεῖν φόνου νενόμι- κας γράφεσθαι, τί μὴ καὶ τοὺς δικαστάς, ὅτι καὶ παρ’ αὐτῶν οὐκ ὀλίγοι πεπτώκασιν ἔννομα; ξίφος ἐνταῦθα κἀκεῖ πάντως καὶ τοὖργον ἓν καὶ ἡ χεὶρ ἐπίσης ἐξώ- πλισται. καὶ τόν γε τῶν πεπτωκότων τρόπον ἔνεστιν ἰδεῖν οὐκ ἀνόμοιον. μοιχοὶ καὶ κακοῦργοι καὶ παρ’ ἐκείνοις. τοῦτο δὴ τὸ κακὸν καὶ νῦν ἤνθησεν ἐκ τῆς ἐμῆς οἰκίας, ἐκ τοῦ αὐτοῦ μοι γένους, ὦ θεοὶ ἐφέστιοι, καὶ τοιοῦτον μύσος ὑμεῖς ἐπ’ οἴκου τελού- μενον ἰδεῖν ἠνέσχεσθε τάχα που καὶ παρὰ τὴν ὑμε- τέραν ἑστίαν ἐκμελετώμενον. εἰ δὲ πάντα παρ’ ἀμφο- τέροις ταὐτὰ καὶ τοῦ πεσεῖν ἄξιοι, δῆλον ὅτι καὶ παρ’ ἀμφοῖν τὸ μὴ κακίζεσθαι λείπεται.