62. τούτους μετήλλαξα τοὺς λόγους ἐγώ, ταύτας μετή- μειψα τὰς φωνάς, τηλικαύτην ἀδοξίαν ἔπαυσα. καὶ νῦν τό τε τῆς φήμης πικρὸν ἔσβεσται καὶ οὔτ’ ἐμὲ τὸν πατέρα οὔτε τοὺς λοιποὺς τοῦ γένους οὔθ’ ὑμᾶς αὐ- τοὺς οὐδ’ ἂν τῶν πάνυ φιλαιτίων ἔχοι τις αἰτιᾶσθαι, ἀλλ’ ἔστι πολὺς οὗτος ὁ λόγος παρὰ τοῖς ξένοις, παρὰ τοῖς αὐτόχθοσιν, ἐπὶ θεάτρων, ἐπ’ ἀγορᾶς, ἐπ’ ἐκκλη- σίας, ὡς οὐκ ἦν ἄρα ἐπὶ μακρὸν λήσεσθαι τοὺς ἐπὶ τοιαύτης ὑβρίζοντας πόλεως οὐδὲ πρὸς δημοκρατίας RIV 605 οὕτω | σεμνῆς περιόψεσθαι τὸ δεινὸν ὑφέρπον τε καὶ λωβώμενον, ἀλλ’ ὁ συζευξάμενος τὸν γάμον πατὴρ καὶ τὰ πατρὸς ἐτήρησε καὶ ὁμόγνιον Δία καὶ Ἤραν συζυγίαν ἐτίμησε πρότερον καὶ νῦν οὗτος τ·ούς τε τοῦ γένους τήν τε πόλιν ἀδοξίας οὐ τῆς τυχούσης ἐξείλετο καὶ γάμων ὕβριν ἐξέκοψε καὶ οὔτε τῆς παιδὸς ὑπεισῆλθέ τις οἶκτος αὐτὸν οὔθ’ ὅσα ἐφ’ οἷς ἔτρεφεν ἐκείνην ἀνάλωσεν ἐπῆλθε τῷ λογισμῷ οὔθ’ ὧς οὐδὲν πατέρων ὀφθαλμοῖς γλύκιον τοῦ παῖδας ὁρᾶν ἔχειν ἐσκέψατο, ἀλλ’ ὑπερεῖδε πατρικῶν σπλάγχνων ἀνάγκην, ὑπερεῖδε τοὺς ἐπὶ παιδοτροφίᾳ πόνους, οὐκ ἐλογίσατο τὴν περὶ τοὺς γάμους δαπάνην, οὐκ ἐσκέψατο τοὺς μετέπειτα παῖδας οὓς εἶχεν ἄν, εἰ μὴ τὴν κόρην ἐφ’ οἷς εἷλε μετεπορεύσατο, ἀλλ’ ἐπὶ τοὺς νόμους ἔβλεψεν, 1 Nonn. Dion. IV 182 11 Sopat. 1. 1. p. 231,20 sq 12 Eur. Andr. 921. Arist. ran. 750. Plat. leg. IX p. 881 D 19 Arist. nub. 1036; ran. 844. 1006. Eur. Cycl. 424 23 Lys. or. 31 § 2 p. 187,1 1 μετήλλαξα BVa 3 τότε Va | μικρὸν BVa 6 ἔστι scripsi e Vi ἔτι LPaMaClBVa edd 7 θεάτρου MaClVi 10 ,,malim περιόπτεσθαι“ Re | ὑφέρπον Ma sed ὒ in ras m3 11 ποτὲ BVa 14 γε ClVi | γε Vi | ἀδοξίαν Vi 16 ὑπεισῆλθε τίς MaClVi 18 τοῦ Ma sed v in ras m 2 τοὺς ClVi | ὁρᾶν ἔχειν ἐσκέψατο in ras Ma3 ἐπὶ τὴν πόλιν ὅλους ἀφῆκε τοὺς λογισμούς. εἶδεν ὧς τὸ μηδὲν παρ’ ἐκείνοις οἶ νόμοι καὶ τὰ τῆς πόλεως περιύβρισται καὶ παραυτίκα ὅλος τοῦ δικαίου καὶ τῆς θρεψαμένης γίγνεται καὶ δραμάτων τὴν οἰκίαν ἐν- έπλησεν, ἔν ἔχοι μηδὲν ἡ πόλις αἰσχύνεσθαι καὶ οὐδὲ δικαστῶν καὶ βήματος ἐπὶ τούτοις ἠνέσχετο, ἀλλ’ ἐξ ἧς οἰκίας, ἀφ’ οὗ γένους τὸ κακὸν ἀνεφύη, παρ’ αὐ- τῶν ἐκείνων ἔκρινε δεῖν ἐκκεκόφθαι.