εἰ δὲ νῦν ὁ κατή- γορος ξυνῆκέ τι σοφώτερον, ἐγὼ μὲν ξυγγνωστὸς ἂν εἴην ὡς ἐς τοσοῦτον κακοῦ μέγεθος ἀξίαν καὶ τὴν το- μὴν ἐφευράμενος καὶ τοῦτο μόνον τὸ τὴν ἐπιπονωτέ- ραν ἴσως τραπέσθαι κακίζεσθαι δίκαιος καὶ ἅμα ἂνθρω- πος τὸ πολὺ τοῦ φρονεῖν, μᾶλλον δὲ τὸ πᾶν ἀφῃρη- μένος οἶς ὁ θυμὸς μετὰ βαρείας οὕτω τοι τῆς ἀθυ- μίας πολὺς κατὰ καρδίαν ἐπιχυθεὶς ὅλον μοι τὸν νοῦν συνεθόλωσεν· ὁ δ’ οἷς οὐ πρὸς ξυμβουλὴν τοῦτό μοι τὸ σοφὸν φέρων κατέθηκε πρότερον, εὐλόγως ἄν, οἶ- μαι, νομίζοιτο τῶν ἁπάντων ἀνδρῶν ὁ σκαιότατος καὶ τοῖς τῶν πολιτῶν ἐλλοχῶν κακοῖς καὶ τοῦτο τῆς ἐκ- κλησίας καρπούμενος. 59. Εἰ δὲ καὶ βαθύτερόν τι διαλογιεῖσθε, γνοίητ’ ἂν ὧς μέχρις ἂν ἐπὶ τῆς πόλεως εἶχον ἐκεῖνοι τὰ σώ- ματα, καὶ τὸ αἶσχος ἐπήνθει καὶ τὸ κακὸν ἐπεκώμαζε. μᾶλλον μὲν οὖν οὐκ ἔσθ’ ὅπως μὴ καὶ τὸ τῆς φήμης RIV 604 πτερὸν ταχὺ φερόμενον τὴν ὕβριν | ἁπανταχῆ διεσύριττε καὶ ζώντων ἂν τὰ τῆς αἰσχύνης συνέζη τε πάντως καὶ συνηύξετο.