εἰ δ’ οὐκ ἐκεῖνος τὰ τῶν μοιχῶν ἐκακούργει, τί τὴν συνοικοῦσαν λοιπὸν ὡς ἀπὸ μοιχικῶν νόμων ἐξώθει τῆς οἰκίας; οὔτε γὰρ ξίφους ἔργον γένοιτ’ ἄν τις μὴ παρούσης ἀνδροφόνου χειρὸς οὔτ’ ἂν γυνὴ μοιχείας ὑποσταίη γραφὴν μὴ προυφεστῶτος τοῦ τὴν εὐνὴν ὑποκλέψαντος. ἔπειτα τίς οὐκ ἂν μυσαχθείη τῆς πονηρίας ἄνδρα γυναικὸς ὑβριστήν, νυμφίον τοῦ κή- δους πολέμιον, ξύνοικον τοῦ γένους ἐπίβουλον καὶ τοσαύτης ἀδοξίας κέρδος μικρὸν ἀνθελόμενον καὶ τοῦ- τὸ πικρὸν καὶ θεοῖς ἀποτρόπαιον καὶ ταῦτα παρὸν κεκτῆσθαι μετ’ εὐδοξίας καὶ προσαπολαύειν μετὰ καὶ τῆς γυναικὸς βέλτιον, εἰ σωφρονεῖν ἐκεῖνος ἠπίστατο;