ἐξέ- κοψα μοιχὸν ἄνδρα τῆς πόλεως, ἀνεῖλον νυμφίον πολέ- μιον, ἐπέθηκα καὶ φόβον τοῖς κηδεσταῖς, ἐτήρησα τοῖς πατράσι τὰς περιουσίας, ἐδίδαξα τοὺς ἄνδρας τὴν νό- μῳ γημαμένην στέργειν, ἐφόβησα τὰς γυναῖκας ἀπο- κλίνειν πρὸς ἑτέρους παρ’ οὓς οἱ πατέρες αὐτῶν ἠγά- γοντο, ἐπετείχισα τὴν ὑποψίαν τοῖς γένεσι. τίς γὰρ ἂν εὐνὴν ἑτέρου κακῶς ὑποκλέπτειν ἔτι τολμήσειεν οὕτω μέχρι καὶ σήματος ὁρῶν τὸν μοιχὸν κολαζόμενον;