ὡς δ’ οὐδὲν οὐδ’ οὕτω τοῖς λόγοις ἐπέραινον, ὁπλίζω μετὰ τοῦ δικαίου τὴν χεῖρα καὶ πρὸ τῆς χειρὸς τὴν γνώμην καὶ τῶν Ἀσκληπιάδων μιμοῦ- μαι τοὺς σοφωτέρους οἳ πρὸς τοὺς καυτῆρας καὶ τὴν τομὴν ἀφορῶσιν, ἐπειδὰν εἰς οὐδὲν αὐτοῖς τὰ φάρμακα τελευτήσῃ. τοῦτο τέλος τοῖς μὲν τοῦ δόλου καὶ τῆς μιαρᾶς ἀπάτης ἐκείνης, ἡμῖν δὲ τῆς ἐκεῖθεν ἀδοξίας, οὐ γὰρ δήπου καὶ τῆς ἀτυχίας ἔχω λέγειν. ἐξέ- κοψα μοιχὸν ἄνδρα τῆς πόλεως, ἀνεῖλον νυμφίον πολέ- μιον, ἐπέθηκα καὶ φόβον τοῖς κηδεσταῖς, ἐτήρησα τοῖς πατράσι τὰς περιουσίας, ἐδίδαξα τοὺς ἄνδρας τὴν νό- μῳ γημαμένην στέργειν, ἐφόβησα τὰς γυναῖκας ἀπο- κλίνειν πρὸς ἑτέρους παρ’ οὓς οἱ πατέρες αὐτῶν ἠγά- γοντο, ἐπετείχισα τὴν ὑποψίαν τοῖς γένεσι. τίς γὰρ ἂν εὐνὴν ἑτέρου κακῶς ὑποκλέπτειν ἔτι τολμήσειεν οὕτω μέχρι καὶ σήματος ὁρῶν τὸν μοιχὸν κολαζόμενον;