ἤκουσεν ἡ πόλις τοῦ σκαιωρήματος, ἡχθέσθη καὶ πρὸς ἄμφω τοὺς τὸ καινὸν ἐκεῖνο δρᾶμα ἐκμελετήσαντας τὰ τῆς φήμης ἐπήρετο, τὰ τῆς αἰσχύνης ἐπηύξετο καὶ τὸ κακὸν ἐπ’ ἀγορᾶς μέσης ἐπόμπευε, καὶ τὸ λοιπὸν διὰ γλώττης ᾔδετο πανταχοῦ ὁ παλαμναῖος καὶ μοιχείας ἑτέρας ἐφευ- ρετής, ἡ σώφρων ἐκείνη θυγάτηρ καὶ νοῦ πολλοῦ γέ- μούσα καὶ φρενῶν, τρίτος ἐπὶ τούτοις ἐγώ. καὶ τὸν δεῖνά τις προσειπὼν ἐπέσκωψεν ἂν καὶ τὸν τῆς θαυ- μασίας κόρης πατέρα προσέθηκε.