ἐντεῦθεν ὁ μὲν δόλους ἐπήρτυεν, ἡ δ’ ὑπήγετο. καὶ ὁ μὲν ἐξὸν ἀνὴρ καλεῖσθαι μοιχὸς ἤθελεν εἶναι καὶ ἢν | ὑπὸ νόμοις εἶχε, ταύτην RIV 597 ὑποκλέπτειν ἐπεχείρει. ἡ δ’ οὐχ ἅπαξ, ἀλλὰ καὶ πολ- λάκις ἑάλω τε πειρῶντος καὶ τοσαύτην ἄνοιαν ἀκρασίᾳ συνέμιξεν ὡς μηδὲ μετὰ τὴν πρώτην πεῖραν τἀνδρὸς ὑπιδέσθαι τὸ πικρὸν ἐκεῖνο ἐνθύμιον καὶ φρονῆσαι μὲν ἀξίως τοῦ γένους, ἐμὲ δὲ τὸν πατέρα καταιδεσθῆ- ναι τηλικαῦτα τούτοις ἐπαισχυνόμενον.