ἐντεῦθεν ὁ μὲν δόλους ἐπήρτυεν, ἡ δ’ ὑπήγετο. καὶ ὁ μὲν ἐξὸν ἀνὴρ καλεῖσθαι μοιχὸς ἤθελεν εἶναι καὶ ἢν | ὑπὸ νόμοις εἶχε, ταύτην RIV 597 ὑποκλέπτειν ἐπεχείρει. ἡ δ’ οὐχ ἅπαξ, ἀλλὰ καὶ πολ- λάκις ἑάλω τε πειρῶντος καὶ τοσαύτην ἄνοιαν ἀκρασίᾳ συνέμιξεν ὡς μηδὲ μετὰ τὴν πρώτην πεῖραν τἀνδρὸς ὑπιδέσθαι τὸ πικρὸν ἐκεῖνο ἐνθύμιον καὶ φρονῆσαι μὲν ἀξίως τοῦ γένους, ἐμὲ δὲ τὸν πατέρα καταιδεσθῆ- ναι τηλικαῦτα τούτοις ἐπαισχυνόμενον. ἤκουσεν ἡ πόλις τοῦ σκαιωρήματος, ἡχθέσθη καὶ πρὸς ἄμφω τοὺς τὸ καινὸν ἐκεῖνο δρᾶμα ἐκμελετήσαντας τὰ τῆς φήμης ἐπήρετο, τὰ τῆς αἰσχύνης ἐπηύξετο καὶ τὸ κακὸν ἐπ’ ἀγορᾶς μέσης ἐπόμπευε, καὶ τὸ λοιπὸν διὰ γλώττης ᾔδετο πανταχοῦ ὁ παλαμναῖος καὶ μοιχείας ἑτέρας ἐφευ- ρετής, ἡ σώφρων ἐκείνη θυγάτηρ καὶ νοῦ πολλοῦ γέ- μούσα καὶ φρενῶν, τρίτος ἐπὶ τούτοις ἐγώ. καὶ τὸν δεῖνά τις προσειπὼν ἐπέσκωψεν ἂν καὶ τὸν τῆς θαυ- μασίας κόρης πατέρα προσέθηκε.