ἦν ἄν μοι τρόπος ἕτερος, εἰ δυσμενῶς εἶχον, καὶ ὅλον τὸν θυμὸν ἀποπλῆσαι καὶ τὸ καταφα- νὴς ἐπὶ τοιούτοις γενέσθαι φυλάξασθαι· εἴ μέ τι τῶν ἐκείνοις προσόντων ἔθελγε, παρ’ ἑκόντων εἶχον ἂν κομισάμενος. εἰ δὲ καὶ πρὸς τὴν δόσιν ἀνένευον, ἀλλ’ ἦν ὑφελέσθαι δόλῳ παρακρουσάμενον. εἴ μέ τι δυσμε- ναίνειν εἰς τοσοῦτον ἐκείνοις ἔπειθεν, ἦν ἂν τοὺς μὲν ἀλλοτρίας ἔργον γεγονέναι χειρός, ἐμὲ δὲ τὸ μὴ δο- κεῖν ἀδικεῖν ἀπενέγκασθαι. εἰ δὲ καὶ φαρμάκοις ἀν- ελεῖν ἐπεχείρουν, ποῖος ἄν τις τῶν ἀπάντων ᾔσθετο; νῦν δ’ οὔτε κακουργεῖν εἱλόμην καὶ λαθεῖν οὐκ ἐμη- χανωμην.