33. ἀλλ’ οὐχ οὕτως ἐγὼ τοῦ τε δικαίου καὶ τῶν νό- μῶν ἀξύνετος ὡς μὴ ξυνιδεῖν ὡς περιόντας μὲν ἐκεί- νους καὶ καλῶς πολιτευομένους καὶ τύχης εὖ ἥκοντας παῖδάς τε προσειπεῖν ἕξω καὶ πατὴρ αὐτὸς ὑπ’ ἐκεί- νων ἀκοῦσαι, τοῦτο δὴ τὸ πᾶσιν ἀνθρώποις εὐκταιό- τατον, καὶ τὰ μὲν τῶν προσόντων μεταδοῦναι νόμῳ πατέρων, τὰ δ’ αὖθις αὐτός, ὁπηνίκα καὶ ὅτου καὶ ὅσον ’ν δεοίμην τῆς ἐκείνων εὐδαιμονίας, παρ’ ἑκόντων κομιεῖσθαι.