καίτοι τί κέρδος ἐντεῦθεν ἀνδρὶ βελτίστῳ προσγινόμενον εἰπεῖν ἂν ἔχοις; νὴ Δία, τοὺς τῶν πεπτωκότων κλήρους ἀνελέ- σθαι καὶ τὴν οἰκίαν ἐντεῦθεν χρήμασιν ἐπαυξῆσαι; ὧς καλόν γε, ὦ θεοί, τὸ κέρδος, ἄνθρωπον τῆς αὐτῆς φύσεως, τῆς αὐτῆς πόλεως ἀφελέσθαι τὸ ζῆν καὶ οὐδὲ τοῦτον ἴνα οὐδ’ ἀπλῶς ἄνθρωπον, ἀλλ’ οὓς ἔτεκεν, ἀλλ’ οὓς ἔθρεψεν, ἀλλ’ οὓς ἐπαίδευσεν, ἀφ’ ὧν ἐπι- δεῖν καὶ παῖδας πλείους ἤλπισε, τούτους αὐτοχειρὶ διαχρήσασθαι, ἔν αὐτὸς ἔχῃ πλουτεῖν ὅθεν ὁ νόμος οὐκ ἐφῆκεν.