καί που καὶ ξύνοιδάς τινα περὶ τοὺς παῖδας τρέφων ἀπέχθειαν. ὧς δὲ σαυτὸν ἔγνως περὶ τὴν φύσιν σκαιόν, οὕτω καὶ τοὺς ἄλλους ἔχειν οὐ δι- καίως νομίζεις. εἰ δ’ οὐκ ἀπηχθανόμην, δῆλον ὧς οὐδὲ φθόνος οὐδεὶς τὴν ἐμὴν κατὰ τῶν φιλτάτων ὥπλισε δεξιάν. εἰ γάρ τις τὸ δυσμεναίνειν τῶν πατέρων ἐξέ- λοιτο, πάντως καὶ τὸ φθονεῖν συνεξείλετο.