28. οὗτοι μὲν οὖν πάντες ὁπόσοι τοῦ βήματος ἐπιστα- τεῖν εἰλήχασι καὶ νόμοις τὴν πόλιν ἰθύνειν πατέρες τέ εἰσι καὶ τὴν ἐντεῦθεν περὶ τοὺς παῖδας φιλοστορ- γίαν οὐκ ἀγνοοῦσι, σὺ δέ, εἰ μὲν οὔπω πατὴρ ἔφθης πρὸς τῆς Τύχης γενόμενος, συγγνωστὸς μὲν οὐδ’ οὔ- τως ἂν εἴης, τί γὰρ ὧν οὐκ οἶσθα τὴν φύσιν, περὶ τούτων διατείνεσθαι τολμᾷς ἐπ’ ἐκκλησίας; εἴης δ’ ἂν ὅμως περὶ τὸ δοκεῖν θρασύνεσθαι μετριώτερος οἷς οὐκ ἀπό τινος κακουργίας, ἀλλ’ ἐξ ἀγνοίας τὸν μηδὲν ἠδικηκότα διαβάλλειν ἐπιχειρεῖς· εἰ δὲ πατὴρ μὲν εἷ καὶ αὐτὸς καὶ παῖδας πρὸς θεῶν ἔσχες ἐπιδεῖν τε καὶ θρέψασθαι, ὅρα μὴ κακοῦργός τις εἶναι περὶ τοὺς σαυ- τοῦ δόξῃς.