28. οὗτοι μὲν οὖν πάντες ὁπόσοι τοῦ βήματος ἐπιστα- τεῖν εἰλήχασι καὶ νόμοις τὴν πόλιν ἰθύνειν πατέρες τέ εἰσι καὶ τὴν ἐντεῦθεν περὶ τοὺς παῖδας φιλοστορ- γίαν οὐκ ἀγνοοῦσι, σὺ δέ, εἰ μὲν οὔπω πατὴρ ἔφθης πρὸς τῆς Τύχης γενόμενος, συγγνωστὸς μὲν οὐδ’ οὔ- τως ἂν εἴης, τί γὰρ ὧν οὐκ οἶσθα τὴν φύσιν, περὶ τούτων διατείνεσθαι τολμᾷς ἐπ’ ἐκκλησίας; εἴης δ’ ἂν ὅμως περὶ τὸ δοκεῖν θρασύνεσθαι μετριώτερος οἷς οὐκ ἀπό τινος κακουργίας, ἀλλ’ ἐξ ἀγνοίας τὸν μηδὲν ἠδικηκότα διαβάλλειν ἐπιχειρεῖς· εἰ δὲ πατὴρ μὲν εἷ καὶ αὐτὸς καὶ παῖδας πρὸς θεῶν ἔσχες ἐπιδεῖν τε καὶ θρέψασθαι, ὅρα μὴ κακοῦργός τις εἶναι περὶ τοὺς σαυ- τοῦ δόξῃς. καί που καὶ ξύνοιδάς τινα περὶ τοὺς παῖδας τρέφων ἀπέχθειαν. ὧς δὲ σαυτὸν ἔγνως περὶ τὴν φύσιν σκαιόν, οὕτω καὶ τοὺς ἄλλους ἔχειν οὐ δι- καίως νομίζεις. εἰ δ’ οὐκ ἀπηχθανόμην, δῆλον ὧς οὐδὲ φθόνος οὐδεὶς τὴν ἐμὴν κατὰ τῶν φιλτάτων ὥπλισε δεξιάν. εἰ γάρ τις τὸ δυσμεναίνειν τῶν πατέρων ἐξέ- λοιτο, πάντως καὶ τὸ φθονεῖν συνεξείλετο.