25. καὶ νῦν ὁ μὲν κατήγορος ψιλὸν ἐπιφέρει τὸ εἰρ- γασμένον καὶ εἰ μὴ τοὺς παῖδας ἀπέκτεινα, τοῦτο καὶ μόνον τῶν ἄλλων ἀποχωρίσας πολλάκις καὶ πυκνὸν ἐρωτᾷ, ἐγὼ δὲ τὸ μὲν εἰργάσθαι παράπαν οὐκ ἔξαρνος γίνομαι, τὸ δ’ ὅτι καλῶς, τοῦθ’ ὑμᾶς ἀναδιδάξαι πειράσομαι, εἴ που καὶ τὸν χρηστὸν τουτονὶ καὶ τοῦ πατρὸς περὶ τοὺς παῖδας φιλοστοργότερον καταίδεσαι δυνήσομαι βαρύτερον ἡμῖν καὶ τῆς Τύχης ἀναφανέντα.