24. ἐγὼ δ’ οἶμαι προσήκειν μὴ τὸ πραχθὲν αὐτὸ καθ’ αὑτὸ μόνον προφέρειν μηδ’ οὕτως εὐθύνας ἀπαιτεῖν τὸν εἰργασμένον, εἰ μὴ καὶ τὴν γνώμην μεθ’ ἧς εὶ́ρ- γασται πύθοισθε. πολλὰ γὰρ τῶν πραγμάτων φαυλο- τέραν ἔχει τὴν κλῆσιν, ἀλλ’ εἰ καὶ τὸν τρόπον επιθήσει τις, εὐθὺς καὶ τὸ δοκοῦν φαῦλον ἀπέωσται RIV 592 καὶ τὰ τῶν κακούργων | ὁ δράσας ἐκπέφευγε.