24. ἐγὼ δ’ οἶμαι προσήκειν μὴ τὸ πραχθὲν αὐτὸ καθ’ αὑτὸ μόνον προφέρειν μηδ’ οὕτως εὐθύνας ἀπαιτεῖν τὸν εἰργασμένον, εἰ μὴ καὶ τὴν γνώμην μεθ’ ἧς εὶ́ρ- γασται πύθοισθε. πολλὰ γὰρ τῶν πραγμάτων φαυλο- τέραν ἔχει τὴν κλῆσιν, ἀλλ’ εἰ καὶ τὸν τρόπον επιθήσει τις, εὐθὺς καὶ τὸ δοκοῦν φαῦλον ἀπέωσται RIV 592 καὶ τὰ τῶν κακούργων | ὁ δράσας ἐκπέφευγε. 25. καὶ νῦν ὁ μὲν κατήγορος ψιλὸν ἐπιφέρει τὸ εἰρ- γασμένον καὶ εἰ μὴ τοὺς παῖδας ἀπέκτεινα, τοῦτο καὶ μόνον τῶν ἄλλων ἀποχωρίσας πολλάκις καὶ πυκνὸν ἐρωτᾷ, ἐγὼ δὲ τὸ μὲν εἰργάσθαι παράπαν οὐκ ἔξαρνος γίνομαι, τὸ δ’ ὅτι καλῶς, τοῦθ’ ὑμᾶς ἀναδιδάξαι πειράσομαι, εἴ που καὶ τὸν χρηστὸν τουτονὶ καὶ τοῦ πατρὸς περὶ τοὺς παῖδας φιλοστοργότερον καταίδεσαι δυνήσομαι βαρύτερον ἡμῖν καὶ τῆς Τύχης ἀναφανέντα.