κἀγὼ μὲν οὕτως ἄμφω ξυν- άψας καὶ συνδήσας δῆθεν αὖθις πρὸς εὔνοιαν ᾤμην ἤδη τοῦ λοιποῦ κακουργοῦντας παύσειν, οἱ δ’ αὖθις ὁ μὲν τὸν δόλον ἐπήρτυεν, ἡ δ’ ἐπὶ τοσοῦτον ἦλθεν ἀνοίας ὧς καὶ ταὐτὰ τοῖς προτέροις παραχθῆναί τε καὶ πρὸς ὕβριν τοῦ γένους ἀσχημονῆσαι. καὶ πάλιν ὁ μὲν ἀπεκέρδαινεν, ἡ δ’ ἀπεκλείετο, ἐγὼ δ’ ὁ κακοδαί- μῶν καὶ τρίτον γάμον ἀπὸ τῶν ἐμῶν ἐτέλουν χρημά- των καὶ τῇ μὲν πάλιν ἐνεβριμώμην, τὸν δ’ ἀνεῖναι τῆς σκαιωρίας ἠξίουν ἑαυτοῦ πάντα τὰ τῆς γυναικὸς εἰδότα.