καὶ τὸ λοιπὸν ὁ καλὸς ἐκεῖνος καὶ τῷ τῆς πόλεως καλῷ, δηλαδὴ τοῖς νόμοις, ἐπὶ τὰ πάντων αἴσχιστα χρώμενος τὴν μὲν ὧς ἀληθῶς μοιχευθεῖσαν τῆς οἰκίας ἀπέκλεισεν, αὐτὸς δ’ ὁ τὸ ξύμπαν δρᾶμα συσκευασάμενος οὐ μόνον τὸ μη- δέν τι παθεῖν ἐδικαίωσεν, ἀλλ’ ἤδη καὶ τῆς προικὸς ἀποκερδαίνειν ἠξίου. τὸν γὰρ νόμον, ὧς ἔοικεν, ἐπὶ γυναιξὶ μόναις γεγράφθαι τὴν ἀρχὴν ᾤετο.