ἡ δὲ καὶ προσάπαξ ἐνοχλοῦντα καὶ πολλάκις ἀποσεισαμένη τε- λευταῖον τὸ μὲν ὑπαχθεῖσα τοῖς δώροις, τὸ δ’ ἀπατη- θεῖσα τοῖς ὑπεσχημένοις, τί γὰρ εἰς ἀπάτην ἀπλούστε- ρον γυναικός; ἢ τί τῆς μιαρᾶς ἐκείνης ἐπιβουλῆς δο- λιώτερον, ἢν ὑπὸ παλαμναίῳ τῷ δαίμονι κακὸς κακῶς ἐκεῖνος ὁ κατάρατος ἐσκαιώρησε; παρορᾷ μὲν τοὺς ἐμοὺς λόγους οὓς πολλοὺς πολλάκις αὐτῇ περὶ σωφροσύνης 3 Sopat. 1. 1. p. 230, 1 11 cf. p. 349, 14 12 sq. cf. p. 349, 2 2 ἕδνων scripsi e LPa ἕδνων MaClViBVa edd cf. p. 336, 2 I τοὐμὸν Ferr Mor sed in hoc γρ ὁ μὲν in marg 6 ἐφ’ Ferr 10 ὥρμησεν Va 11 καὶ om MaClBVa | λόγους Β sed γ in ras m 2 | προὔπεμψεν scripsi e libris (προέπομψεν L) ἐξέπεμψεν Ferr Mor sed in hoc γρ προὔπεμψεν in marg προσέ- πεμψεν Re fortasse recte coll p. 270, 7 et Sopatri loco p. 320, 22 at cf. p. 349, 14 12 χρήσαιτο καὶ δῶρα inser Ma 13 num προὐβάλετο scribendum? at cf. p. 335, 9 14 ἂν om MaB 20 ἐσκαιώρησε scripsi e BVa sed in hoc in marg ἐσκευώρησε ἐσκευώρησε LPaMaClVi edd (ἐσκευώρισε Ferr) cf. ad p. 325,15 ἐπήντλουν, παρατρέχει δὲ τὴν ἐντεῦθεν τοῦ γένους αἰσχύνην, τὸν δὲ τοῦ ἀνδρὸς οὐχ ὑφορᾶται δόλον καὶ γίνεται τοῦ λοχήσαντος λάφυρον. καὶ τὸ λοιπὸν ὁ καλὸς ἐκεῖνος καὶ τῷ τῆς πόλεως καλῷ, δηλαδὴ τοῖς νόμοις, ἐπὶ τὰ πάντων αἴσχιστα χρώμενος τὴν μὲν ὧς ἀληθῶς μοιχευθεῖσαν τῆς οἰκίας ἀπέκλεισεν, αὐτὸς δ’ ὁ τὸ ξύμπαν δρᾶμα συσκευασάμενος οὐ μόνον τὸ μη- δέν τι παθεῖν ἐδικαίωσεν, ἀλλ’ ἤδη καὶ τῆς προικὸς ἀποκερδαίνειν ἠξίου. τὸν γὰρ νόμον, ὧς ἔοικεν, ἐπὶ γυναιξὶ μόναις γεγράφθαι τὴν ἀρχὴν ᾤετο.