καὶ τῆς ἐπιβουλῆς, ὦ Ζεῦ καὶ Ἤρα καὶ πάντες ἄλλοι δαί- μονές τε καὶ θεοὶ γαμήλιοι, ἐπὶ τὴν τῆς γυναικὸς ἀπάτην ὥρμησε καὶ τὸν μοιχὸν αὐτὸς σχηματισάμενος ἀγγελίας καὶ λόγους ὁ θεοῖς ἐχθρὸς προὔπεμψεν οἷς ἂν καὶ μοιχὸς ἀληθὴς χρήσαιτο καὶ δῶρα προὔτεινε καὶ ὑποσχέσεις προὐβάλλετο δι’ ὧν ἂν καὶ σωφρονοῦσα γυνὴ ῥᾳδίως ἂν εἰς ἀπάτην προήχθη.