αὕτη τῶν καθ’ ἡμᾶς ἀτυχημάτων ἀρχή, 16 Eur. Tro. 514 7 ἀτέλεστα scripsi e MaVi ἀτέλευτα Οἶ’ ἀτελεύτητα LPa BVa edd 9 τόν δ’ Va | σφαγέως reposui e libris σφαγέος edd 10 ἐκβιάσομαι Ma Ι παρ’ οἷς om Vi ,,fort. παρ’ οὓς καὶ μονοῦν Re 11 μόνοις Vi sed νόμοις suprascr Ι ἀμείνους in marg inser Ma | ἐλπίδας ἔτρεφον Ma Ι ἐπίμακρόν Vi 13 ἐσχη- κέναι] ,,neque tempus praeteritum convenit, (futurum melius qua- draret) et deest aliquid, e. c. προσεδόκων Re num ἐσχηκέναι? Ι τἄλλ’ LPa edd 14 γάμους Pa sed μ’ in ras m2 16 ἁψάμενός PaMaClViBVa Ferr Ι ἐπὶ κηδείαν Va 18 ἐντεῦθεν in marg Β | εἴχετο Mor 19 οἰωνοὺς MaVa sed in hoc οἱ in υἷ’ corr | ὀνειρώττομεν Β τοῦτο τῶν ἡμετέρων συμφορῶν τὸ προοίμιον. ὡς γὰρ οἴκοι μετὰ τῶν ἕδνων τοὐμὸν εἶχε θυγάτριον καὶ δε- σπότης ἦν τοῦ τῆς γυναικὸς σώματος, βουλεύεται βου- λὴν ἀνοσιωτάτην καὶ τοῦ κήδους ἀνάξιον. ὁρᾷ τὰ χρή- μάτα, λογίζεται τὴν ἀφαίρεσιν, συλλογίζεται τὸν νόμον ὑφ’ οὗ τὸ μηδὲν ἔχειν τὴν μοιχευομένην διώρισται. ἐντεῦθεν ἐπιβουλεύειν ἄρχεται τῇ γυναικί. καὶ τῆς ἐπιβουλῆς, ὦ Ζεῦ καὶ Ἤρα καὶ πάντες ἄλλοι δαί- μονές τε καὶ θεοὶ γαμήλιοι, ἐπὶ τὴν τῆς γυναικὸς ἀπάτην ὥρμησε καὶ τὸν μοιχὸν αὐτὸς σχηματισάμενος ἀγγελίας καὶ λόγους ὁ θεοῖς ἐχθρὸς προὔπεμψεν οἷς ἂν καὶ μοιχὸς ἀληθὴς χρήσαιτο καὶ δῶρα προὔτεινε καὶ ὑποσχέσεις προὐβάλλετο δι’ ὧν ἂν καὶ σωφρονοῦσα γυνὴ ῥᾳδίως ἂν εἰς ἀπάτην προήχθη.