οὐκ ᾔδειν δὲ ἄρα ὧς τὰ μὲν τῆς εὐχῆς ἀποπεσεῖται πάντως ἀτέ- λεστα, ταῖς δὲ χερσὶ ταύταις ὑφ’ ὧν τὴν μὲν ἐθρεψά- μην, τὸν δ’ ἐνυμφοκόμουν, ξίφους, οἴμοι καὶ σφαγέως ἅψομαι καὶ τούτους ἀνελεῖν ἐκβιασθήσομαι, παρ’ οἷς καὶ μόνοις τὰς ἀμείνους ἔτρεφον ἐλπίδας, οὓς ἐπὶ μακρὸν βιῶναι τοὺς θεοὺς ἐλιπάρουν, παρ’ ὧν τὰς τελευταίας ἐσχηκέναι τιμὰς καὶ τἄλλα ὅσια τῶν οἰχο- μένων.