οὐκ ᾔδειν δὲ ἄρα ὧς τὰ μὲν τῆς εὐχῆς ἀποπεσεῖται πάντως ἀτέ- λεστα, ταῖς δὲ χερσὶ ταύταις ὑφ’ ὧν τὴν μὲν ἐθρεψά- μην, τὸν δ’ ἐνυμφοκόμουν, ξίφους, οἴμοι καὶ σφαγέως ἅψομαι καὶ τούτους ἀνελεῖν ἐκβιασθήσομαι, παρ’ οἷς καὶ μόνοις τὰς ἀμείνους ἔτρεφον ἐλπίδας, οὓς ἐπὶ μακρὸν βιῶναι τοὺς θεοὺς ἐλιπάρουν, παρ’ ὧν τὰς τελευταίας ἐσχηκέναι τιμὰς καὶ τἄλλα ὅσια τῶν οἰχο- μένων. ἔθυον μὲν οὖν ἤδη τοὺς γάμους καὶ τὸ γαμήλιον πῦρ ὑπανάπτων ἔχαιρον ὁ μετ’ οὐ πολὺ τὰς ἐπιθανατίους ἀναψόμενος δᾷδας καὶ τὴν ἐπικηδείαν πομπὴν ἐκπομπεύσων, ὡς δὲ τὰ τοῦ γάμου ἦν ἐπὶ τῷ τέλει, ἐντεῦθεν ὁ μὲν εἶχε τὸ θυγάτριον ὑπὸ νόμοις ἀγόμενος, ἡμεῖς δὲ καὶ υἱωνοὺς ὠνειρώττομεν | RIV 589 ἐπιδεῖν οἱ μετ’ οὐ πολὺ καὶ τὴν μόνην παῖδα προσ- ἀφῃρημένοι.